Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1145
Not analysed yet
Δεδικαιώμεθα γὰρ διὰ πίστεως τῆς εἰς αὐτὸν, καὶ τὴν παρ' αὐτοῦ πρὸς πᾶν ὁτιοῦν ἀσφάλειαν πεπλουτήκαμεν, καὶ οἷον τετειχίσμεθα τῇ παρ' αὐτοῦ χάριτι, πᾶσαν ἡμῶν ἀποσοβοῦντος ἔφοδον διαβολικὴν, καὶ τὰς τῶν ἀντικειμένων δυνάμεων ἀγρίας ἐπαναστάσεις. Καὶ τοῦτο διδάσκει λέγων ὡς πρός γε τὴν Σιὼν, ἤγουν τὴν Ἱερουσαλὴμ, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος· Οὐκέτι προστεθήσεται διελθεῖν διὰ σοῦ ἀπερίτμητος καὶ ἀκάθαρτος. Ἱστορικῶς μὲν γὰρ τοιῶσδε συνήσεις τὸ εἰρημένον· Τὰ περίοικα τῆς Ἱερουσαλὴμ ἔθνη, ἀπερίτμητα καὶ ἀκάθαρτα νοηθεῖεν ἂν, οὔτε Θεὸν εἰδότα τὸν φύσει καὶ ἀληθῶς, οὔτε μὴν τὴν διά γε τοῦ νόμου λαχόντα παιδαγωγίαν· ἐμάχοντο δὲ καὶ μάλα συχνῶς πρὸς τοὺς ἐξ αἵματος Ἰσραὴλ, ὥστε καὶ ἀμείνους ὁρᾶσθαι πλεισταχοῦ τῆς ἐνούσης δυνάμεως αὐτοῖς, μονονουχὶ δὲ καὶ παρῄεσαν δι' αὐτῆς, ὡς ἐῤῥιμμένην ὑπὸ πόδας ἔχοντες αὐτήν. Ἀπὸ δὲ τῶν ἱστορικῶς συμβαινόντων ἔσθ' ὅτε, φέρε, διαπλάττωμεν τὰ πνευματικά. Τὰ τῶν δαιμονίων στίφη, τοῦτ' ἔστιν οἱ κοσμοκράτορες τοῦ σκότους τούτου, καὶ σὺν αὐτοῖς ὁ βέβηλος Σατανᾶς, τὰς οὔπω γεγενημένας ὑπὸ Θεῷ ψυχὰς ὑπὸ πόδας ἔχουσι, καὶ οἷον διέρχονται δι' αὐτῶν, ἐγκόπτοντος οὐδενὸς, ἤγουν ἐπαμύνοντος· ἐπειδὰν δὲ Θεῷ προσῳκειωμέναι δόξαν καὶ ἰσχὺν ἔχωσιν αὐτὸν, τότε δὴ, τότε πεπαύσεται τὰ τῆς ἐκείνων πλεονεξίας. Γέγραπται γὰρ, ὅτι «Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς.» Ἀπερίτμητοι οὖν καὶ ἀκάθαρτοι νοηθεῖεν ἂν αἱ βδελυραὶ, καὶ βέβηλοι, καὶ ῥύπου παντὸς ἐμποιητικαὶ, καὶ πονηραὶ, καὶ ἀντικείμεναι δυνάμεις. Ἐκτίναξαι τὸν χοῦν, καὶ ἀνάστηθι, καὶ κάθισον, Ἱερουσαλήμ. Ἔκδυσαι τὸν δεσμὸν τοῦ τραχήλου σου, ἡ αἰχμάλωτος θυγάτηρ Σιών. Καυχημάτων ἁγιοπρεπῶν ἀποφαίνει λοιπὸν ἐπιστήμονα· καὶ τίνα τρόπον ἐνδύσεται τὴν ἰσχὺν τοῦ βραχίονος αὐτῆς, καὶ πρός γε τούτῳ τὴν δόξαν, διδάσκει σαφῶς. Πρῶτον μὲν ἀποτινάξασθαι κελεύει τὸν χοῦν, ἀναστῆναί τε οὕτω, καθίσαι τε, καὶ ἐκδύσασθαι τὸν δεσμὸν τοῦ τραχήλου· καὶ χοῦν ἐν τούτοις, καθάπερ ἐγᾦμαι, νοεῖσθαι προσήκει τὸ γεῶδες φρόνημα, καὶ τῶν σαρκικῶν ἐπιθυμιῶν τὴν ἀκαθαρσίαν. Ὥσπερ γὰρ τοῖς χαμαὶ κειμένοις πᾶσά πως ἀνάγκη χοῦ καὶ κόνεως ἀναπίμπλασθαι, κατὰ τὸν ἴσον οἶμαι τουτονὶ τρόπον, καὶ τοῖς τὸν νοῦν ἔχουσι χαμαιῤῥιφῆ καὶ γεῶδες τὸ φρόνημα, οἱ τῆς σαρκικῆς ἀκαθαρσίας ἐνιζάνουσι λογισμοί. Χρὴ τοιγαροῦν ἡμᾶς κεκλημένους εἰς οἰκειότητα τὴν πνευματικὴν, τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, καὶ αὐτὸν ἐνδύσασθαι μέλλοντας ὡς ἰσχὺν καὶ δόξαν, προαποτινάξασθαι τὸ χοϊκὸν καὶ γεῶδες φρόνημα, καὶ προκαθᾶραι τὸν νοῦν, καὶ, καθά φησιν ὁ πάνσοφος Παῦλος, ἐκδύσασθαι τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καὶ ἐνδύσασθαι τὸν νέον τὸν ἀνακαινούμενον κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν. Τοῦτο δράσαντες ἀνιστάμεθα, τοῦτ' ἔστιν, ὀρθῷ καὶ βεβηκότι κεχρήμεθα νῷ, καὶ