Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1148
Not analysed yet
ἐρηρεισμένῃ καρδίᾳ, κατά γε τὸ ἑτέρωθί που δι' ἑνὸς τῶν προφητῶν εἰρημένον παρὰ Θεοῦ· «Στῆσον σεαυτὴν, Σιών.» Ψάλλει δέ που καὶ ὁ θεσπέσιος Δαβὶδ, ὅτι «Ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.» Γέγραπται δὲ καὶ ἐν βίβλῳ Ψαλμῶν· «Ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ,» τοῦτ' ἔστι, τὸ ἀραρός τε καὶ ἱδρυμένον τῆς ἑαυτοῦ βασιλείας ἔχει διηνεκῶς. Σωματικὸν γὰρ οὐδὲν ἐπὶ Θεοῦ νοεῖσθαι πρέπει. Ἕψεται δὲ τῷ καθίσαι, τοῦτ' ἔστι, τῷ βέβαιόν τε καὶ ἱδρυμένον ἐσχηκέναι τὸ φρόνημα, καὶ τὸ ἐκδύσασθαι τὸν δεσμὸν τοῦ τραχήλου. Σειραῖς μὲν γὰρ τῶν ἰδίων ἁμαρτιῶν ἕκαστος σφίγγεται, ὑπενηνέγμεθα δὲ καὶ ὑπὸ ζυγὰ τῆς ἁμαρτίας, καὶ αὐτοῦ δὲ τοῦ Σατανᾶ. Ἀλλ' ἐν Χριστῷ καὶ τούτων ἐλευθερούμεθα· καὶ διαῤῥήξαντες τοὺς δεσμοὺς αὐτῶν, καθὰ γέγραπται, καὶ ἀποῤῥίψαντες ἀφ' ἑαυτῶν τὸν ζυγὸν αὐτῶν, ἐλευθέρῳ τε καὶ ἀνειμένῳ φρονήματι κατορθοῦμεν τὸ ἀγαθόν. Οὕτω πού φησι πρὸς ἡμᾶς δι' ἑνὸς τῶν προφητῶν ὁ τῶν ὅλων Θεός· «Καὶ ἐξελεύσεσθε, καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα, καὶ καταπατήσετε ἀνόμους· διότι ἔσονται ὡς σποδὸς ὑποκάτω τῶν ποδῶν ὑμῶν.» Ἐπιφέρων δὲ τούτοις, Ἡ αἰχμάλωτος θυγάτηρ Σιὼν, πρῶτον μὲν ἐφίησιν ἐννοεῖν, ὅτι κατοικτείρει Θεὸς τοὺς ὑπὸ ζυγὰ πεσόντας διαβολικὰ, καὶ τῇ ἁμαρτίᾳ δουλεύσαντας. Εἶτα πρὸς τούτῳ διαδείκνυσιν, ὅτι πίπτομεν εἰς τοῦτο, καίτοι μετὸν μὴ παθεῖν αὐτό. Αἰχμάλωτον γὰρ ὀνομάσας τὴν Σιὼν, καὶ θυγατέρα φησὶν αὐτήν. Εἶτα πῶς ἦν ἐφικτὸν τοῖς τῆς αἰχμαλωσίας ἁλῶναι βρόχοις τὴν τοῦ Θεοῦ θυγατέρα, καὶ δόξης τῆς οὕτω λαμπρᾶς ἠξιωμένην; Τίς οὖν ἄρα πρὸς τοῦτο καθῆκεν αὐτήν; Οὐχ ἡ τοῦ [σώ] ζῶντος ἀσθένειά ποθεν, ἀλλ' ἡ τῆς παθούσης βουλὴ καὶ προαίρεσις, ἔξω δραμούσης τῆς τοῦ Πατρὸς εὐσπλαγχνίας, διὰ τοῦ μᾶλλον ἑλέσθαι τὸ πονηρὸν, καὶ ψήφῳ τῇ πρὸς τὸ χεῖρον καταλῦσαι τὸ ἀγαθόν. Ὅτι τάδε λέγει Κύριος· Δωρεὰν ἐπράθητε, καὶ οὐ μετὰ ἀργυρίου λυθρωθήσεσθε. Αἰχμάλωτον αὐτὴν ὀνομάσας, ἀναγκαίως ἐπάγει καὶ τὰ τοῖς εἰς τοῦτο πεσοῦσι ταλαιπωρίας ἀεὶ συμβαίνοντα. Ἀποφέρονται γὰρ εἰς δουλείαν, οὐδενὸς ὑπὲρ αὐτῶν καταθεμένου τιμὴν, ἀλλ' ὡς ἆθλα, καὶ πολέμου καὶ βαρβαρικῆς ἐφόδου καρποί· βίᾳ γὰρ καὶ ἀνάγκη πρὸς ἀβούλητον καλοῦνται θητείαν. Οὕτως ἔσεσθαί φησιν ὁ τῶν ὅλων Θεὸς καὶ τὴν λύτρωσιν αὐτῆς. Ἥρπασε γὰρ ὁ Σατανᾶς τὸ ἐπὶ τῆς γῆς γένος, καὶ οἷον αἰχμάλωτον ἔχων τὴν ὑπ' οὐρανὸν ἀφορήτως κατεβιάζετο, τοῖς τῆς ἑαυτοῦ σκαιότητος ἐγκαταδήσας ζυγοῖς. Ἀλλὰ γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ὃς νενίκηκεν ὑπὲρ ἡμῶν· καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, καὶ καταδήσας αὐτὸν, διήρπασε τὰ σκεύη, καὶ μετέθηκεν εἰς ἑαυτὸν ἅπαντας τοὺς ἐπὶ τῆς γῆς. Οὐκοῦν ὡς ἡρπάσθημεν, οὕτω καὶ λελυτρώμεθα. Οὐ γὰρ παρ' ἑκόντος ἡμᾶς ἐξείλετο Χριστὸς, συντρίψας δὲ μᾶλλον αὐτοῦ τὴν ἰσχὺν, καὶ ἀποσοβήσας ὡς Θεὸς τῶν δαιμονίων τὴν φάλαγγα. Οὔτε τοίνυν ἀργυρίῳ πεπράμεθα, οὔτε τὸν ἴσον λελυτρώμεθα τρόπον· ἰσχύϊ δὲ μᾶλλον τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Ποιμὴν γὰρ ὑπάρχων ἀγαθὸς, τέ-