Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1149
Not analysed yet
θεικε τὴν ψυχὴν ὑπὲρ τῶν ἑαυτοῦ προβάτων, καὶ σέσωκεν ἡμᾶς αἵματι τῷ ἰδίῳ· τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν· καὶ αὐτὸς μὲν ἐμαλακίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν· ἠλευθερώμεθα δὲ ἡμεῖς, καὶ τὸν τῆς ἁμαρτίας ζυγὸν καὶ τὴν τοῦ διαβόλου πλεονεξίαν ἀποσεισάμενοι. Οὕτω λέγει Κύριος· Εἰς Αἴγυπτον κατέβη ὁ λαός μου τὸ πρότερον παροικῆσαι ἐκεῖ, καὶ εἰς Ἀσσυρίους βίᾳ ἤχθησαν. Καὶ νῦν τί ὧδέ ἐστε; Τάδε λέγει Κύριος· Ὅτι ἐλήφθη ὁ λαός μου δωρεὰν, θαυμάζετε καὶ ὀλολύζετε. Τάδε λέγει Κύριος· Δι' ὑμᾶς διὰ παντὸς τὸ ὅνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Αἰχμάλωτον ὀνομάσας τὴν Σιὼν, εἰδέναι βούλεται τὴν αἰτίαν, ἐφ' ᾗ συμβέβηκεν αὐτῇ τὸ εἰς τοῦτο πεσεῖν δυσκλείας τε καὶ ἀθλιότητος. Ἀνακομίζει γὰρ ἔσθ' ὅτε πρὸς τὰ ἀμείνω τοὺς ἀδόκητόν τι παθόντας, τὸ μὴ ἐν ἀγνοίᾳ κεῖσθαι τῶν ἡμαρτημένων. Διὰ τοῦτο χρησίμως εἰς ἀνάμνησιν αὐτοὺς ἀναφέρει τῶν κατὰ καιροὺς συμβεβηκότων τοῖς πρὸ αὐτῶν. Λιμοῦ μὲν γὰρ καταβρίθοντος, κατέβη κατὰ καιροὺς Ἰακὼβ εἰς Αἴγυπτον, καὶ ἀβούλητον αὐτῷ τὴν ἀποδημίαν ἐτίθει, τὸ μηδαμόθεν δύνασθαι τῶν ἀναγκαίων εὐπορεῖν. Ἀπεκομίσθη δὲ καὶ εἰς Ἀσσυρίους ὁ Ἰσραὴλ, τὴν Ἰουδαίαν καταδῃώσαντος τοῦ κατ' ἐκεῖνο τοῦ καιροῦ βασιλεύοντος τῆς Χαλδαίων. Καὶ ποία τις ἦν ἡ τοῦδε πρόφασις; Ἀποφοιτήσαντες γὰρ τοῦ εἶναι γνήσιοι, καὶ τοῦ [al. τὸ] χρῆναι μόνῳ λατρεύειν Θεῷ, κατά γε τὸ νόμῳ δοκοῦν ἀνούστατα δῃωσάμενοι [γρ. διωσάμενοι], προσνενεύκασιν εἰδώλοις καὶ, προσεκύνησαν τοῖς ἔργοις τῶν ἰδίων χειρῶν· αὕτη γέγονεν αὐτοῖς ἡ πρόφασις τοῦ ταῖς πολεμίων ἁλῶναι χερσὶ, καὶ τῆς ἐνεγκούσης ἀποδραμεῖν, καὶ θητεύειν ἐχθροῖς, τὴν Περσῶν τε καὶ Μήδων οἰκοῦντας χώραν. Βίᾳ τοίνυν ἤχθησαν· οὐ γὰρ ἑκόντες ἦσαν ἐν τούτοις. Ἀλλὰ νῦν τί ὧδέ ἐστε; Τὸ ὧδε φησὶν, ἀντὶ τοῦ, ἐν ταῖς τῶν ἐθνῶν κατεσπαρμένοι χώραις, καὶ εἰς πάντα ἄνεμον κατεσκεδασμένοι, κατὰ τὴν τοῦ προφήτου φωνήν. Ἀπεσόβησε γὰρ τῆς Ἰουδαίας ἁπάσης ἡ Ῥωμαίων μάχαιρα τοὺς ἰσχύσαντας ὅλως φεύγειν. Ἤγουν τὸ, ὧδε, Ἐν τῇ τοιᾷδε καταστάσει τῶν πραγμάτων, ἐν ᾗ νῦν ἐστε. Γεγόνασι δὲ, ὡς ἔφην, ἐν ἐσχάτῃ ταλαιπωρίᾳ, τοῦτο μὲν [κατὰ] τὸν πολέμου νόμον καταδραμούσης αὐτῶν τῆς χώρας τῆς τῶν Ῥωμαίων στρατιᾶς, τοῦτο δὲ, πόλεως ἁπάσης πεπορθημένης, κατεμπρησθέντος δὲ καὶ αὐτοῦ τοῦ ναοῦ. Διὰ τί τοίνυν ἐν τούτοις γεγόνασι; φησίν· ἢ δηλονότι τὴν μὲν δικαιοῦσαν πίστιν οὐ προσηκάμενοι, περιυβρίσαντες δὲ πολυτρόπως τὸν καλοῦντα πρὸς τοῦτο, καὶ αὐτῷ τὰς χεῖρας ἐπαφέντες ἀνοσίως, μετὰ τοὺς ἀπεσταλμένους δικαίους τε καὶ προφήτας, ὧν τοὺς μὲν ἀπεκτόνασι, τοὺς δὲ ἐλίθασαν; Καὶ ταυτὶ μὲν ἐν τούτοις περὶ τῆς ἀγελαίου πληθύος ὁ προφητικὸς ἡμῖν καταμεμήνυκε λόγος. Ἐπειδὴ δὲ ἦν ἔθος τοῖς Ἰουδαίων μάλιστα καθηγηταῖς, ὑψηλὴν ἐπαίρειν κατὰ παντὸς ἔθνους τὴν ὀφρὺν, ἄληπτόν τε καὶ ἀχείρωτον τοῖς ἐχθροῖς διαμένειν ἔσθ' ὅτε τὸν Ἰσραὴλ, εἴπερ κλῆρος Θεοῦ καὶ λαὸς ἅγιος ὠνομάζετο· εἶτα συμβέβηκεν ἐν οἷς ἔφην ἀρτίως κατενεχθῆναι τὴν Ἰουδαίαν, κατεπλήτ-