Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1152.1
Not analysed yet
τοντο καὶ ὠλόλυζον, ὡς ἐλπίδος ἀπάσης πέρα δραμόντος αὐτοῖς τοῦ κακοῦ. Διὰ τοῦτο πρὸς αὐτοὺς ὁ τῶν ὅλων Θεός· Ὅτι ἐλήφθη, φησὶν, ὁ λαός μου δωρεὰν, θαυμάζετε, καὶ ὀλολύζετε. Τάδε λέγει Κύριος· Δι' ὑμᾶς διὰ παντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Αὐτοὶ γὰρ, φησὶ, γεγόνατε παραίτιοι τοῦ παθεῖν τοὺς ὑπεζευγμένους, ἀπαιδαγωγήτους ἐῶντες αὐτοὺς, μᾶλλον δὲ οὐκ ἐφιέντες ὅλως ἐπιστρέφειν εἰς τὸν Θεὸν, καὶ τοῖς τῆς διανοίας ὄμμασιν ἰδεῖν τὸν ἐξ οὐρανοῦ καθιγμένον, καὶ ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνότα Θεὸν Λόγον, ἵνα κηρύξῃ αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, ἰάσηται δὲ καὶ τοὺς συντετριμμένην [συντεθραυσμένην] ἔχοντας τὴν καρδίαν, καλέσῃ δὲ καὶ ἐνιαυτὸν Κυρίου δεκτόν. Οὐκοῦν δι' ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Ἐπειδὴ γὰρ ἐν ἁπάσῃ χώρᾳ τε καὶ πόλει κατεσκεδάσθη, φησὶν, ὁ Ἰσραὴλ, οὐδεὶς ἠγνόησε τῶν ἀνὰ πᾶσαν τὴν γῆν, ὅτι πεπόρθηται μὲν ἡ ἁγία πόλις, ἔργον δὲ πυρὸς καὶ αὐτὸς γέγονεν ὁ νεώς· εἶτα τὸ ἐμὸν δυσφημοῦσιν ὄνομα, καὶ τὴν ἐμὴν διασύρουσι δόξαν. Οἴονται γὰρ ἴσως τὴν ἐμὴν ἀτονῆσαι χεῖρα τὴν ἐπίκουρον ἀεὶ γενομένην τῷ Ἰσραὴλ, τὴν δὲ ἀληθῆ πρόφασιν ἀγνοοῦσιν ἔτι, καὶ οὐδεὶς ὁ παρ' αὐτοῖς ἐπιστάμενος, ὅτι τὰς τῆς Κυριοκτονίας καὶ πολλῶν ἑτέρων πλημμελημάτων ἐξῄτηνται δίκας. Διὰ τοῦτο γνώσεται ὁ λαός μου τὸ ὄνομά μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν· Πάρειμι· ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθά. Ἐπειδὴ γὰρ, φησὶν, τῆς ὑμετέρας ἕνεκα ῥᾳθυμίας ἐδυσφημήθην ἐν τοῖς ἔθνεσιν, οὐκ ἀνέξομαι τῆς συκοφαντίας, ἀλλ' οὐδὲ τὴν ἐμαυτοῦ δόξαν παλιμφήμοις ἐάσω βάλλεσθαι φωναῖς. Ἐν ἐκείνῳ δὲ τῷ καιρῷ, καθ' ὃν ἐπιλάμψω τοῖς ἐπὶ τῆς γῆς μετὰ σαρκὸς, οἵπερ ἐμοῦ γένωνται λαοὶ προσηκάμενοι τὴν πίστιν, εἴτ' οὖν εἶεν ἐξ Ἰουδαίων, εἴτε καὶ ἐξ ἐθνῶν, οὗτοι γνώσονταί μου τὸ ὄνομα. Τὸ δὲ ὄνομά φησιν ἀντὶ τῆς δόξης. Ἔθος γὰρ οὕτω λέγειν τῇ θεοπνεύστῳ Γραφῇ. Γέγραπται γὰρ, ὅτι «Αἱρετὸν ὄνομα καλὸν, ἢ πλοῦτος πολύς.» Ἐγνώκαμεν αὐτοῦ τὴν δόξαν, οἱ παρ' αὐτοῦ κεκλημένοι, καὶ οὐχ ὡς ἀνθρώπῳ προσίεμεν κριτῇ τῷ πάντων Σωτῆρι Χριστῷ· ἀλλ' εἰ καὶ γέγονε σὰρξ ὁ Λόγος, πιστεύομεν, ὅτι Θεὸς ὢν φύσει, καὶ ἐκ Θεοῦ Πατρὸς ἀποῤῥήτως γεγενημένος, ὑπὲρ πᾶσαν κτίσιν ἐστὶ, καὶ τοῖς ἀνωτάτω θρόνοις ἐμπρέπει, καὶ κατάρχει τῶν ὅλων, καὶ πανσθενεστάτην ἔχει τὴν δεξιὰν, καὶ σώζει ῥᾳδίως, οὓς ἂν ἕλοιτο τῶν ὑπ' αὐτὸν γεγονότων, ὑπερνήχεται δὲ τὴν αὐτοῦ δύναμιν παντελῶς οὐδέν. Διετέθη γε μὴν οὐχ οὕτως ὁ Ἰσραήλ. Προσεσχήκασι γὰρ ὡς ἑνὶ τῶν καθ' ἡμᾶς, καὶ οὐχ ὡς ἐνανθρωπήσαντι Θεῷ. Διὰ τοῦτό ποτε μὲν ἔφασκον· «Σὺ τίς εἶ; καὶ τίνα σεαυτὸν ποιεῖς;» καὶ· «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν.» Πλὴν οἵπερ ἂν κληθεῖεν εἰς ἐπίγνωσιν ἀληθείας, φησὶ, γνώσονταί μου τὴν δόξαν. Αὐτὸς γὰρ ὁ ἐν προφήταις λαλῶν· Πάρειμι. Θεὸς γὰρ ὢν Κύριος ἐπέφανεν ἡμῖν, κατὰ τὸ γεγραμμένον. Τοῦτο καὶ ὁ πάνσοφος Παῦλος