Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1153
Not analysed yet
διδάσκει λέγων· «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι' οὗ καὶ ἐποίησε τοὺς αἰῶνας.» Ἀθρητέον δὴ οὖν ἐν τούτοις, ὅτι παρήνεγκε μὲν εἰς τὸ εἶναι τὰ πάντα δι' Υἱοῦ ὁ Θεὸς καὶ Πατὴρ, λελάληκε δὲ πρὸς ἡμᾶς ἐν ἐσχάτοις καιροῖς, οὐχ ὡς δι' ἑτέρου μᾶλλον υἱοῦ τοῦ κατὰ σάρκα ἐκ γυναικὸς, καθὰ φρονεῖν ἔδοξέ τισι τῶν διεστραμμένων, ἀλλ' ὡς ἐνὸς ὄντος Υἱοῦ μετὰ τῆς σαρκὸς τοῦ δι' ἡμᾶς ἐνανθρωπήσαντος Λόγου, ὃς καὶ τῶν αἰώνων ἐστὶ ποιητής. Πάρειμι δὴ οὖν ὡς ὥρα ἐπὶ τῶν ὀρέων, φησίν· ὥραν δέ φησι τὸ ἔαρ. Φέρε δὴ οὖν καταθρήσωμεν ὡς ἐκ πράγματος ἐμφανοῦς τὰ πνευματικά. Τί τὸ ἔαρ ὀφθὲν ἐν τοῖς ὄρεσιν ἀποτελεῖ; Ἄνθει νέῳ στεφανοῖ τὰ φυτὰ, καὶ ἐξ ἀκαρπίας αὐτὰ μεθίστησι πρὸς ἀπότεξιν, ὧν ἂν φυσικῶς ἕκαστον ἔχοι. Τοιοῦτόν τι καὶ ἐν τοῖς ᾌσμασι τῶν ᾀσμάτων γεγραμμένον εὑρήσομεν· «Ἀνάστα γὰρ, ἐλθὲ, φησὶν, ἡ πλησίον μου, καλή μου, περιστερά μου· ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς παρῆλθεν ἑαυτῷ, τὰ ἄνθη ὤφθη ἐπὶ τῆς γῆς, καιρὸς τῆς τομῆς ἔφθασε.» Χειμῶνος γὰρ παρελάσαντος, τὸ λαμπρὸν ἕαρ ἀνίσχει τῇ γῇ, καὶ ἀνθέων αὐτὴν ἀποφαίνει τροφὸν, καὶ καρπῶν ὡρίμων ποιεῖται μητέρα. Τοιοῦτόν τι καὶ περὶ ἡμᾶς πέπρακται νοητῶς. Κατεχείμασε γὰρ τὴν ὑπ' οὐρανὸν ὁ δράκων ὁ ἀποστάτης, ξηρὰν καὶ ἄκαρπον ἀπέφηνεν αὐτήν. Ἦν γὰρ ὅλως οὐδεὶς ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνὸς, «Ἀλλὰ πάντες ἐξέκλιναν ἅμα, ἠχρειώθησαν.» Ἐπειδὴ δὲ μετὰ σαρκὸς ἐπέφανεν ὁ Μονογενὴς, γέγονεν ἡμῖν ὡς ὥρα ἐπὶ τῶν ὀρέων. Ἀπηνθηκότες γὰρ ὥσπερ καὶ ἁπάσης ἀρετῆς ὡραιότητα τῶν ἰδίων ψυχῶν ἀποβεβληκότες, ἀνεθάλλομεν ἐν αὐτῷ καὶ πνευματικῆς εὐκαρπίας πεπληρώμεθα, ὥστε καὶ δύνασθαι λέγειν τὸ ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων· «Ἀδελφιδός μου καταβήτω εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ.» Γέγονε τοίνυν, ὡς ὥρα ἐπὶ τῶν ὀρέων, καὶ ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, εὐαγγελιζομένου δὲ καὶ ἀγαθά· μεταξὺ γὰρ κειμένης ἡμῶν τε καὶ τοῦ Θεοῦ τῆς ἁμαρτίας, διειστήκειμεν αὐτοῦ, καὶ ἀπενοσφίσθημεν τοῦ Δεσπότου, καὶ τοῖς θείοις αὐτοῦ νόμοις ἀντανιστάμενοι, καὶ Δεσποτικοῖς θελήμασιν ἀντιπράττοντες, καὶ ἐν τάξει πολεμίων κείμενοι. Ἀλλ' ἐπέφανεν ὁ Χριστὸς ἡ εἰρήνη ἡμῶν, ὁ τὴν μεταξὺ κειμένην ἀφελὼν ἁμαρτίαν, καὶ συμβῆναι παρασκευάσας εἰς φιλίαν τῷ Πατρὶ, καὶ συνάψας ἡμᾶς δι' ἑαυτοῦ· δι' αὐτοῦ γὰρ τὴν προσαγωγὴν ἐσχήκαμεν. Ὥσπερ οὖν, εἴ τις ἔρχοιτο, φησὶ, δρομαῖος καὶ ταχὺς, ἁλῶναι λέγων ἐχθροὺς, καὶ ἐπαγγέλλων εἰρήνην, εὐαγγελιζόμενός τε τὰ ἀγαθά· οὕτω καὶ ὁ πάντων Σωτὴρ ἐπεφοίτησε τῷ κόσμῳ μετὰ σαρκὸς, καὶ γέγονεν ἡμῖν εἰρήνης βραβευτὴς πρὸς Θεὸν καὶ Πατέρα, καταργηθέντος τοῦ Σατανᾶ, καὶ πάσης τῆς φάλαγγος αὐτοῦ γενομένης ἐκποδὼν, καὶ ὅτι καιρὸς ἐνέστηκε, καθ' ὃν ἔξεστι τοῖς ἐθέλουσι παντὸς ἐν μεθέξει γενέσθαι καλοῦ· ἕψεται γὰρ πάν-