Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1156
Not analysed yet
τως τοῖς πιστεύσασιν εἰς αὐτὸν, καὶ τὰ αὐτοῦ φρονεῖν τε καὶ δρᾷν ᾑρημένοις, ἀμφιλαφεστάτην ἔχειν τὴν οὐρανίων ἀγαθῶν μέθεξιν, καὶ ἁπάσης ἐλπίδος ἀναπίμπλασθαι καλῆς· πλουσιόδωρος γὰρ ὁ Σωτήρ. Ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου, λέγων· Σιὼν, βασιλεύσει σου ὁ Θεὸς, ὅτι φωνὴ τῶν φυλασσόντων σε ὑψώθη, καὶ τῇ φωνῇ ἅμα εὐφρανθήσονται· ὅτι ὀφθαλμοὶ πρὸς ὀφθαλμοὺς ὄψονται, ἡνίκα ἂν ἐλεήσει Κύριος τὴν Σιών. Σιὼν μὲν οὖν ὀνομάζει πάλιν ἐν τούτοις, οὐκ ἐπίγειόν τινα πόλιν, τὴν ἁγίαν δὲ μᾶλλον αὐτοῦ Ἐκκλησίαν, ἣν ἐκ τῶν δύο λαῶν συνεστήσατο. Γέγραπται γὰρ, ὅτι «Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ.» Ποιῆσαι δὲ λέγεται Χριστὸς τὰ ἀμφότερα ἓν, καὶ λῦσαι τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργῆσαι. Ἀναδειχθέντος δὲ τοῦ εὐαγγελικοῦ κηρύγματος, ὃ καὶ δογμάτων ἐστὶν ἀληθινῶν κατάμεστον, πέπαυται τῆς ἐν νόμῳ σκιᾶς ἡ δύναμις, τοῦτ' ἔστιν, ἡ δι' αἱμάτων λατρεία καὶ προσαγωγή. Σιὼν οὖν νοητέον τὴν Ἐκκλησίαν, ὡς ἔφην, ἣν αὐτὸς ἑαυτῷ παρέστησεν ὁ Χριστὸς, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἁγίαν δὲ μᾶλλον καὶ ἄμωμον. Ταύτης ἀκουστὴν ἐποιήσατο τὴν σωτηρίαν, τοῦτ' ἔστιν ἐξάκουστον. Ἔλαθε γὰρ τῶν ἐπὶ τῆς γῆς παντελῶς οὐδένα, τῶν εὐαγγελικῶν κηρυγμάτων ἡ δύναμις· ἀλλ' οὐδὲ ἀνήκοός τις ἀπομεμένηκε τῆς διὰ Χριστοῦ σωτηρίας. Ἔφη γὰρ καὶ διὰ τῆς τοῦ Ψάλλοντος λύρας· «Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, Ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.» Καὶ ὥσπερ τὸ τῶν δαιμονίων μνημόσυνον ἀπώλετο μετ' ἤχου, τοῦτ' ἔστιν ἐπισήμως καὶ διαβοήτως, ἠγνόησε δὲ οὐδεὶς τῆς τῶν δαιμονίων τυραννίδος τὴν ἀπώλειαν· οὕτω καὶ τὸ θεῖόν τε καὶ οὐράνιον κήρυγμα γέγονεν ἀκουστὸν τοῖς ἁπανταχοῦ, τὴν σωτηρίαν εἰσφέρον τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ. Τίς δὲ ἡ δύναμις τοῦ κηρύγματος; Σιὼν, βασιλεύσει σου ὁ Θεός. Πάλαι μὲν γὰρ, τοῦτ' ἔστι πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, βεβασίλευκεν ἡμῶν διὰ τῆς ἁμαρτίας ὁ Σατανᾶς, καὶ τυραννικῆς σκαιότητος ἐπέῤῥιπτο ζυγὸς τοῖς ἀνὰ πᾶσαν τὴν γῆν. Ἐπειδὴ δὲ ἐπέλαμψεν ἡμῖν ὁ τῶν ὅλων βασιλεὺς καὶ Κύριος, διαῤῥήξαντες τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψαντες τὸν ζυγὸν τοῦ πάλαι πλεονεκτήσαντος, τοῖς τοῦ Θεοῦ σκήπτροις ὑπηγάγομεν τὸν αὐχένα, καὶ βεβασίλευκεν ἡμῶν ὁ Θεὸς καὶ Πατὴρ δι' Υἱοῦ, καὶ γέγονεν ἡμῖν τὸ χρῆμα πανηγύρεως ἀφορμή. Ψάλλει γοῦν ὁ Δαβὶδ, καί φησιν· «Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ.» Καὶ πάλιν· «Ψάλατε δὴ οὖν συνετῶς, ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ πάντα τὰ ἔθνη.» Κέκληκε δὲ ἡμᾶς πρὸς τοῦτο, ὡς ἔφην, καὶ αὐτὸς ὁ Σωτὴρ, λέγων· «Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς.» Οὐκοῦν ἐπράττετο μὲν ἀθλίως, καὶ ἐν ἐσχάτοις ἦμεν κακοῖς, ἀγρίῳ τυράννῳ κατεζευγμένοι, καὶ τὸν τῆς ἁμαρτίας ὑποδραμόντες ζυγόν. Ἡ δὲ τῶν ἱερῶν κηρυγμάτων δύναμις τὴν τοῦ