Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1157
Not analysed yet
Χριστοῦ βασιλείαν εὐηγγελίσατο, καὶ ὑπ' αὐτῷ πάντες ἐσμέν. Ἐπήγγελται γὰρ λέγων, ὅτι «Σιὼν, βασιλεύσει σου ὁ Θεός.» Βασιλεύσει δὲ πῶς, ἢ τίνα τρόπον, αὐτὸς εὐθὺς διεσάφησεν, εἰπὼν, ὅτι «Φωνὴ τῶν φυλασσόντων σε ὑψώθη.» Καὶ φυλάσσοντες δὲ εἶεν ἂν οἱ θεσπέσιοι μαθηταὶ, ἤγουν ἅπαντες ἁπλῶς οἱ μυσταγωγεῖν εἰδότες καὶ δυνάμενοι, καὶ ὀρθοποδεῖν ἀναπείθοντες τοὺς κεκλημένους, εἴς γε τὸ δύνασθαι κατορθοῦν εὖ μάλα τὸ ἀγαθὸν, καὶ τῆς εἰς Χριστὸν ἀγάπης ἀντέχεσθαι, καὶ ὀρθὴν ἐπ' αὐτῷ καὶ ἀμώμητον ποιεῖσθαι τῆς πίστεως τὴν ὁμολογίαν. Οὗτοι ποιμένες εἰσὶν ἀγαθοὶ φυλάσσοντες τῷ πάντων ἀρχιποιμένι τὰ λογικὰ θρέμματα, καὶ τὰς τῶν ἀτιθάσσων θηρίων ἀποσοβοῦντες ἐφόδους. Τούτων ὑψοῦσθαι λέγει τὴν φωνὴν, τοῦτ' ἔστιν, ἀκουσθῆναι τοῖς πανταχοῦ. Εἴρηται γὰρ πρὸς αὐτοὺς διὰ φωνῆς Ἡσαΐου· «Ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιὼν, ὕψωσον τῇ ἰσχύϊ σου τὴν φωνὴν, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ.» Ὑψώσατε, μὴ φοβεῖσθε. Διαπρύσιον γὰρ καὶ οὐδενὶ τὸ σύμπαν ἠγνοημένον τὸ ἀποστολικόν ἐστι κήρυγμα. Ὅτι δὲ πάντα δραμεῖται δι' εὐημερίας αὐτοῖς, καὶ κεκλήσονται μὲν ἑτοίμως οἱ πρὸς οὕσπερ ἂν ὁ παρ' αὐτῶν γένοιτο λόγος, εὐφρανθήσονται δὲ αὐτοὶ λίαν, τοὺς τῆς ἑαυτῶν μυσταγωγίας ὁρῶντες καρποὺς, ἐναργὲς καθίστησι λέγων, ὅτι Τῇ φωνῇ ἅμα εὐφρανθήσονται. Ἅμα γὰρ λαλήσουσι, φησὶ, καὶ ἡ τῶν μεμυσταγωγημένων ἕψεται πληθὺς, καὶ ἀμελ[λ]ητὶ δραμοῦνται πρὸς πίστιν οἱ παιδαγωγούμενοι. Χαρὰ δὲ τοῦτο τοῖς διδάσκειν ἐπιτεταγμένοις. Ἐπιστέλλει γοῦν ὁ Παῦλος τοῖς δι' αὐτοῦ πιστεύσασιν, ὅτι «Χαρὰ καὶ στέφανός μου.» Ὅτι δὲ ταῖς τῶν ἁγίων μυσταγωγίαις τὸ τῶν μυσταγωγουμένων εὐπειθὲς ἠκολούθει πλεισταχοῦ, διὰ πολλῶν ἄν τις ἴδοι, τὴν ἁγίαν καὶ θεόπνευστον Γραφὴν περινοστήσας. Προσελάλουν μὲν γὰρ ἐν τοῖς Ἱεροσολύμοις τοῖς τῶν Ἰουδαίων τάγμασιν οἱ θεσπέσιοι μαθηταί· ἀλλ' ὡς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων γέγραπται· «Προσετέθησαν ἐν μιᾷ ἡμέρᾳ τρεῖς χιλιάδες ἀνδρῶν.» Ναὶ μὴν καὶ ὁ θεσπέσιος Παῦλος ὁμοῦ τῷ μακαρίῳ Σίλᾳ δεσμῶται τυγχάνοντες ὕμνουν κατὰ μέσην νύκτα τὸν Θεόν. Ἐπειδὴ δὲ ἄγγελος ἅγιος ἐπιστὰς τῷ δεσμωτηρίῳ τὰ πάντων ἀνῆκε δεσμὰ, περιδεὴς γεγονὼς ὁ δεσμοφύλαξ ἠθέλησε μὲν ἑαυτὸν ἀνελεῖν· φωνήσαντος δὲ τοῦ Παύλου· «Μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε· θαυμάσας τὸ παράδοξον, ἐβαπτίσθη σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ.» Ὅτι δὲ πρόφασις αὐτῷ θυμηδίας τὸ πρᾶγμα γέγονε, πῶς ἔστιν ἀμφιβαλεῖν; Οὐκοῦν κατὰ πόδα, φησὶν, τῆς μυσταγωγίας τῶν κεκλημένων δραμεῖται τὸ εὐπειθές. Καὶ οἱ ὀφθαλμοί σου πρὸς ὀφθαλμοὺς ὄψονται, ἡνίκα ἂν ἐλεήσει Κύριος τὴν Σιών. Τίνα δὲ ὄψονται, ἢ τὸν τῆς σωτηρίας πρύτανιν, τοῦτ' ἔστι, Χριστόν; Σαρκωθεὶς γὰρ ἦν ὁ Λόγος, καὶ τούτου μάρτυς ὁ Ψαλμῳδὸς, λέγων· «Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται.» Ἤγουν ὅπερ ἔφην, ὅτι Τῇ φωνῇ ἅμα εὐφρανθήσονται, καὶ τοῦτο τοῖς σοῖς ὀφθαλμοῖς θεωρήσεις, φησὶ, κατ' ἐκεῖνο τοῦ καιροῦ, καθ' ὃν ἂν ἐλεήσει Κύριος τὴν Σιὼν, προσθεὶς ἅπασι τὴν διὰ πίστεως χάριν, καὶ τῶν οὐρανίων ἀγαθῶν ἀμφιλαφῆ τὴν ἀπόλαυσιν.