Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1160
Not analysed yet
Ῥηξάτω εὐφροσύνην ἄμα τὰ ἔρημα Ἰερουσαλὴμ, ὅτι ἠλέησε Κύριος αὐτὴν, καὶ ἐῤῥύσατο τὴν Ἱερουσαλήμ. Καὶ ἀποκαλύψει Κύριος τὸν βραχίονα αὐτοῦ τὸν ἅγιον ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ ὄψονται πάντα τὰ ἄκρα τῆς γῆς, τὴν σωτηρίαν τὴν παρὰ Θεοῦ. Τὸ μὲν ῥῆξαι τὴν εὐφροσύνην κατασημήνειεν ἂν τὸ ἐν τῷ χρήσασθαι φωνῇ, χαριστηρίους ᾠδὰς ἀναφέροντας, καὶ μελέτην ποιεῖσθαι σπουδάζοντας τὰς δοξολογίας, δι' ὧν ἂν εὐφραίνοιτο Θεός. Γέγραπται γοῦν ἐν βιβλίῳ Ψαλμῶν· «Καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου·» καὶ αὐτοῖς τοῖς τοῦτο δρᾷν ἐθέλουσι πρὸς εὐφροσύνην ἔσται τὸ χρῆμα. Ἐπειδὴ δὲ τὰ ἔρημά φησιν Ἱερουσαλὴμ τοῦτο χρῆναι δρᾷν, ἐκεῖνό φαμεν ἀναγκαίως, διατρανοῦν ἐθέλοντες τὴν τῶν προκειμένων διάνοιαν. Οἱ πόλιν οἰκοῦντες εὐρεῖαν καὶ μακρὰν, εἰ μὲν εἶεν τοσοῦτοι τὸν ἀριθμὸν, ὡς δύνασθαι καὶ ἀποπληροῦν αὐτὴν, οὐδένα τόπον αὐτῆς ἀφιᾶσιν ἔρημον· εὐαριθμήτων δὲ ὄντων διὰ τὸ τεθνάναι πολλοὺς, ἢ πολέμου κατασκήψαντος, ἢ καὶ ἑτέρας τινὸς ἀφορμῆς κατενεγκούσης εἰς τοῦτο, τὰ πλεῖστα τῶν ἐν αὐτῇ χωρίων ἤγουν οἰκημάτων ἀπομένουσι γυμνά. Τοιοῦτόν τι πεπόνθασιν οἱ ἐξ Ἰσραήλ. Ἐπειδὴ γὰρ γεγόνασι Κυριοκτόνοι, καὶ πλήρεις αἱμάτων τὰς χεῖρας ἐσχήκασιν, δεδαπάνηνται τῷ πολέμῳ τῷ παρὰ Ῥωμαίοις, ὡς ὀλίγους κομιδῇ περιλειφθῆναι τοὺς σεσωσμένους, καὶ κένανδρος ἦν ἡ ἁγία πόλις. Ἀλλ' εὐφρανθήσονται, φησὶ, τὰ ἔρημα αὐτῆς. Στυγνοὶ μὲν γὰρ οἶκοι, καὶ κατηφείας ὥσπερ εἰσὶ μεστοὶ τοὺς ἐνοικοῦντας οὐκ ἔχοντες· ἱλαροὶ δέ πως καὶ οἷον γελῶντες, εἰ δὴ πλείστους ἔχοιεν τοὺς ἐνῳκισμένους. Ἀπὸ δὴ τῆς ἱστορίας, φέρε δή τι λέγωμεν τῶν πνευματικῶν· Ἡ ἐξ ἐθνῶν Ἐκκλησία, τοῦτ' ἔστιν οἱ ἐξ ἐθνῶν πιστεύσαντες, οἳ καὶ Σιὼν ὀνομάζονται, καὶ μέντοι καὶ Ἱερουσαλὴμ, ὀλίγοι μὲν ἦσαν ἐν ἀρχαῖς, καὶ οἷον ἔρημος ἡ ἀληθῶς ἁγία καὶ Θεοῦ πόλις ἐτύγχανε, τοῦτ' ἔστιν ἡ Ἐκκλησία. Ἀλλ' οὐδὲν ἀπομεμένηκε σχολάζον ἐν αὐτῇ· πεπλήρωται γὰρ διὰ Χριστοῦ. Καὶ γοῦν εἴρηται πρὸς αὐτήν· «Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε συνηγμένα τὰ τέκνα σου.» «Ἰδοὺ οὗτοι πόῤῥωθεν ἔρχονται, οὗτοι ἀπὸ βοῤῥᾶ καὶ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν. Καὶ ἐρεῖς, φησὶν, ἐν τῇ καρδίᾳ σου· Τίς ἐγέννησέ μοι τούτους· Ἐγὼ δὲ ἄτεκνος καὶ χήρα, οὗτοι δέ μοι ποῦ ἦσαν;» Καὶ πάλιν· «Πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου, καὶ τῶν αὐλαιῶν σου· πῆξον, μὴ φείσῃ· ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον.» Ἐκ παντὸς γὰρ ἔθνους, πόλεως, καὶ χώρας συνδρομὴ γέγονεν ἐπὶ Χριστῷ, τῶν ἐθνῶν κεκλημένων διὰ πίστεως, ὡς ἐξ ἠοῦς, καὶ νότου, δύσεώς τε καὶ βοῤῥέου καλεῖσθαι τοὺς ἐπιστρέφοντας, πολλῷ πλείους ὄντας τῶν ἐξ αἵματος Ἰσραήλ. Καὶ τοῦτο αὐτὸ καταμεμήνυκε λέγων ὁ προφήτης Ἡσαΐας περὶ τῆς Ἐκκλησίας καὶ τῆς Ἰουδαίων Συναγωγῆς· «Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης