Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.117
Not analysed yet
πλημμελοῦντας ἐλέγχειν, καὶ παίοντας ἐπανορθοῦν, καὶ τῆς εὐσεβείας καταδεικνύειν τὴν ὁδὸν, καὶ πρὸς τὰ ἀμείνω παιδαγωγεῖν, καὶ πρὸς τὸ τοῦ νόμου τέλος ἀναπείθειν ὁρᾷν, φημὶ δὴ Χριστόν· «Τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστός.» Καὶ περὶ αὐτοῦ λελάληκεν ὁ Μωσῆς διὰ σκιᾶς καὶ τύπων, προαναφωνῶν τοῖς πάλαι τὸ σεπτὸν καὶ μέγα μυστήριον. Ἀλλὰ τούτων ἁπάντων ἠφειδηκότες, αὐτοί τε ἦσαν πονηροὶ τοὺς τρόπους, ἀχάλινοι πρὸς πλεονεξίαν, ἀκρατεῖς εἰς φιλοκερδίας, ὀλίγου παντελῶς ἀξιοῦντες λόγου τὸ κρίνειν ὀρθῶς· καὶ οἷς ἦν ἄμεινον ἐπερυθριᾷν, ἐπ' αὐτοῖς δὴ τούτοις ἐπαυχεῖν εἰωθότες. Ἐμπεπύρισται τοίνυν ὁ ἀμπελὼν, οὔτε τῷ βίῳ τῶν καθηγεῖσθαι λαχόντων ὠφελούμενος, οὔτε μὴν ταῖς νομικαῖς εἰσηγήσεσι παιδαγωγούμενος εἰς ὀρθὴν καὶ ἀνεπίληπτον ζωὴν, ἤγουν εἰς ἐπίγνωσιν Χριστοῦ, καὶ τοῦτο ἐπιλάμψαντός τε ἤδη τοῖς ἐπὶ τῆς γῆς, καὶ λέγοντος ἐναργῶς· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἐγώ εἰμι ἡ ἀλήθεια.» Ἀκουέτωσαν τοίνυν· Ὑμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου, καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν; Τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου, καὶ τὰ πρόσωπα τῶν πτωχῶν καταισχύνετε; Συνήρπαζον γὰρ τοὺς πτωχοὺς εἰς σύνεσιν ἐπὶ τὸ αὐτοῖς δοκοῦν, καὶ καταισχύνεσθαι παρεσκεύαζον τὰ πρόσωπα αὐτῶν. Ὅνπερ γὰρ τρόπον οἱ τῆς δικαιοσύνης ἐπιμεληταὶ μονονουχὶ λαμπρῷ προσώπῳ, καὶ πολλῆς γέμοντι παῤῥησίας ἐν ὀφθαλμοῖς ἑστήκασι τοῦ Θεοῦ, οὕτω φαμὲν τοὺς τῆς φαυλότητος ἐραστὰς στυγνόν τε καὶ ἀμειδὲς, αἰσχύνης τε καὶ ἐντροπῆς ἀνάμεστον τὸ τῆς καρδίας πρόσωπον ἔχειν. Ἀλλ' ὥσπερ ὀνίνησιν ὁ παιδαγωγῶν εἰς σύνεσιν, καὶ τῶν καλλίστων εἰσηγητὴς, οὕτως ἀδικεῖ παστισοῦν οἶμαι τῶν τεταγμένων εἰς διδασκάλους, εἰ μὴ τῶν ἀμεινόνων ἐραστὴν ἀποτελοίη τὸν παιδευόμενον. Καταισχύνει γὰρ ὥσπερ τὸ πρόσωπον αὐτοῦ, καὶ πτωχὸν ὄντα πρὸς σύνεσιν, μονονουχὶ καὶ καταβιάζεται, καὶ συναρπάζει πρὸς τὰ αἰσχίω. Ἦσαν δὲ καὶ ἑτέρως ἄδικοί τε καὶ ἅρπαγες οἱ τῶν Ἰουδαίων καθηγηταὶ, καὶ καταισχύνοντες μὲν τὰ τῶν πτωχῶν πρόσωπα, προσκείμενοι δὲ πλουσίοις, καίτοι τοῦ νόμου λέγοντος· Κρίμα δίκαιον κρίνατε, καὶ παρεγγυῶντος πανταχῆ τὸ, Οὐ μὴ λήψῃ πρόσωπον ἐν κρίσει. Τάδε λέγει Κύριος· Ἀνθ' ὧν ὑψώθησαν αἱ θυγατέρες Σιὼν, καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ, καὶ νεύμασιν ὀφθαλμῶν, καὶ τῇ πορείᾳ τῶν ποδῶν, ἅμα σύρουσαι τοὺς χιτῶνας, καὶ τοῖς ποσὶν ἅμα παίζουσαι, καὶ ταπεινώσει ὁ Θεὸς ἀρχούσας θυγατέρας Σιὼν, καὶ Κύριος ἀποκαλύψει τὸ σχῆμα αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Προαπέφηνεν ἡμῖν ὁ λόγος, ὅτι τοῖς Ἰουδαίων καθηγηταῖς ἐν σπουδῇ τέθειτο τῇ προὐργιαιτάτῃ τὸ χρῆναι πλουτεῖν, καὶ δόξαν ἔχειν τὴν ἔν γε τούτῳ διαφανῆ. Πλήρεις δὲ ἦσαν ἀδικιῶν καὶ πλεονεξίας ὡς αὐτοὺς μὲν λαμπράς τε ἐν ἄστει, καὶ μὴν καὶ τὰς ἐν ἀγροῖς ποιεῖσθαι προόδους, ἵπποις τε ἐποχουμένους, καὶ ταῖς ἔξωθεν φαντασίαις τῶν δορυφορεῖν εἰωθότων οὐ μετρίως ἐπευρυνομένους. Κατῃτιᾶτο γὰρ αὐτοὺς ἐν τοῖς ἀνωτέρω λέγων· Καὶ ἐνεπλήσθη ἡ γῆ ἵππων, καὶ οὐκ ἦν ἀριθμὸς τῶν ἁρμάτων αὐτῶν· καὶ ἐνεπλήσθη ἡ γῆ ἀργυρίου καὶ χρυσίου, καὶ οὐκ