Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.120
Not analysed yet
ἦν ἀριθμὸς τῶν θησαυρῶν αὐτῶν. Εἶτα συνέβαινε τὰς τῶν ἐν πλούτῳ γυναῖκας, ἅτε δὲ τρυφώσας ἐναβρύνεσθαι ζητεῖν, καὶ τοῖς ἐκ χρυσίου καὶ λίθων ὡραϊσμοῖς, ἐπιγάννυσθαι δὲ λίαν καὶ στολῇ ποικίλῃ, καὶ ἐσθημάτων πολυτελείαις. Ἀεὶ γάρ πως τὸ θῆλυ γένος ἐν ταῖς ἄγαν εὐημερίαις φιλόδοξόν τέ ἐστι καὶ φιλεπιδεικτικόν. Ἥδιστα δὲ λίαν εὐϊματεῖς, καὶ μέντοι καὶ χρυσαΐζεται, καὶ ὑψηλὴν ἀνασπῶν τὴν ὀφρὺν, ἐπαυχεῖ τῇ τοῦ σώματος ὥρᾳ. Καὶ ἐπ' αὐτῷ δὴ τούτῳ πλειστάκις τὸ τῶν συνοικούντων αὐταῖς ἐξογκοῦται φρόνημα· καὶ δόξαν ἰδίαν ποιοῦνταί τινες τὴν τῶν γυναικῶν ἐξιτηλίαν. Τοῦτο τάχα πεπόνθασιν οἱ τῶν Ἰουδαίων λαμπροὶ, τῆς εἰς Θεὸν εὐσεβείας ἠφειδηκότες. Ἵνα γὰρ ἔχοιεν ἀεὶ μενούσας αὐτοῖς τὰς τοῦ πλουτεῖν χορηγίας, προσκομιζόντων τῶν λαῶν τὰ κατὰ τὸν νόμον οὐ προσίεντο τὴν πίστιν τὴν εἰς Χριστὸν, οὔτε μὴν ἑτέρους πιστεύειν ἤθελον, κλείοντες τὴν βασιλείαν τοῦ Θεοῦ, καθὰ γέγραπται, καὶ μήτε εἰσερχόμενοι, μήτε τοῖς ἐθέλουσιν ἐφιέντες εἰσελθεῖν. Ταύτῃ τοι καὶ δέδονται ταῖς Ῥωμαίων στρατιαῖς εἰς ἐρήμωσιν, εἰς διαρπαγὴν, καὶ ἀπολώλασιν, γυναίοις τε ὁμοῦ, καὶ τοῖς φιλτάτοις, οἵκοις τε καὶ πλούτῳ. Γεγόνασι γὰρ ἑτέρων τὰ ὡς ἐν πλείστῃ σπουδῇ συναγηγερμένα· οἰκτροὶ δὲ αὐτοὶ καὶ ἀλῆται, καὶ πρὸς ἐσχάτην ὁρῶνται ταλαιπωρίαν. Κατατρέχει τοίνυν ὁ λόγος τῶν παρ' αὐτοῖς γυναικῶν, ἤγουν τῶν θυγατέρων οἷον τῶν ἀρχουσῶν μάλιστα, καὶ περιφανεστέρων, αἳ καὶ ἦσαν τῶν ἰσχυόντων, καί φησιν· «Ἀνθ' ὧν ὑψώθησαν αἱ θυγατέρες Σιὼν, καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ, καὶ νεύμασιν ὀφθαλμῶν,» καὶ τὰ ἑξῆς. Ὑψώθησαν δὲ οὐ κατὰ ἀρετὴν, ἀλλ' ὡς ἐν φρονήματι σαρκικῷ καὶ γεωδεστάτῳ. Μέγα γὰρ αὐτοῖς, ὡς ἔφην, φρονεῖν ἐδόκει, ἐπὶ πλούτῳ, καὶ δόξῃ, καὶ ὡραϊσμοῖς τοῖς ἔξωθεν, οὓς ἐκ λίθων καὶ χρυσίου, καὶ στολῆς ποικίλης συλλέγουσι. Γράφει δὲ ἡμῖν ὁ προφητικὸς ἐν τούτοις λόγος φρόνημά τε καὶ σχῆμα φιληδόνου τε καὶ ἀσέμνου γυναικὸς, καὶ κόσμῳ διαφανεῖ κατηγλαϊσμένης, οἷον ἐκ μιᾶς, ἁπάσης τῆς παρ' αὐτοῖς γυναικὸς καταδεικνὺς τὴν ἀγερωχίαν. Ἐπορεύθησαν γὰρ, φησὶν, ὑψηλῷ τραχήλῳ, καὶ νεύμασιν ὀφθαλμῶν· καίτοι γυναικὶ τῇ κοσμιωτάτῃ, καὶ τὸν ἐν σεμνότητι καὶ ἐπιεικείᾳ τιμώσῃ βίον, αἰδώς τέ ἐστιν ὅτι μάλιστα φίλη, καὶ πρέποι ἂν τὸ μηδὲ ὁρᾶσθαι τοῖς ἀῤῥένων ὀφθαλμοῖς· αἱ δὲ πρὸς τοῦτο ἐξώκειλαν βλαβίας τε ὁμοῦ καὶ ἀναισχυντίας, ὡς ἐπιδεικτιᾷν ἐν προόδοις, καὶ αἴρειν μὲν ὑψοῦ τὸν αὐχένα, διανεύειν δὲ τοῖς ὁρῶσιν αὐτὰς, προσμειδιάσας ἔσθ' ὅτε, καὶ μονονουχὶ τῷ γέλωτι καθυπισχνουμένας ἤδη τοῖς ὁρῶσι τὴν σύνοδον. Ὑδαρεὶ γὰρ ἀεὶ τὸ πορνικὸν φρόνημά ἐστι, καὶ πολὺ χαλᾶται πρὸς ἑτοιμότητα τὴν εἰς ἡδονὰς, ἐπιτείνει δὲ αὐταῖς τὰ τῆς ῥᾳθυμίας ἐγκλήματα, καὶ πεπορνεῦσθαί φησιν, ἅμα συρούσας τοὺς χιτῶνας, καὶ παιζούσας τοῖς ποσίν. Εἰκὸς δὲ ἦν οἴεσθαι, καὶ τοῦτο εἰς κόσμον συντελεῖν αὐταῖς· πορνικὸν δὲ τὸ ἐπιτήδευμα, καὶ βδελυρίας ἀπόδειξις τῆς ἐσχάτης. Ὅπου γὰρ ὁ τῶν ποδῶν κτύπος εὐρύθμοις ᾄσμασι συνηχεῖ, ἐκεῖ που πάντως καὶ αὐτὸς ὁ διὰ χειρῶν ἀνακτυπεῖ