Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1180.1
Not analysed yet
ἐναντίον τοῦ κείροντος αὐτὸν, ἄφωνος. Ἀποφέρονται μὲν γὰρ εἰς τὸ καθαρθῆναι κατὰ καιροὺς τὰ πρόβατα, καὶ τὰς κουρίδας αὐτοῖς μαχαίρας ἐπιφέρουσιν οἱ ποιμένες. Τὰ δὲ, καίτοι πάσχοντα (παραψαύουσα γὰρ ἔσθ' ὅτε τῶν δερμάτων ἡ μάχαιρα λυπεῖ), φέρει καὶ σιωπᾷ, καὶ τοῖς τοῦτο δρῶσιν οὐκ ἐπιπηδᾷ. Οὕτω καὶ ὁ Χριστὸς, λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως. Ἀληθὲς οὖν, ὅτι Ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρθη. Ἐπειδὴ γὰρ ἔδοξεν εἶναί τις αὐτοῖς εὐτελὴς, καὶ ἐν τοῖς ἄγαν ὑφειμένοις, προχειροτάτην κατ' αὐτοῦ τὴν ψῆφον, ἤτοι κρίσιν, ἐξενηνόχασι. Δρῶσι δὲ τοῦτο τῶν δικαζόντων τινὲς, οἷς ὀλίγος μὲν κομιδῇ τῆς ἀκριβείας, ἤτοι τῆς ἀληθείας, ὁ λόγος· προσώποις δὲ μᾶλλον, ἢ τοῖς γεγονόσι δικάζουσιν. Εἰ μὲν γάρ τις εἴη τῶν ἐν κόσμῳ λαμπρῶν ὁ κρινόμενος, ἀκριβεῖς τῶν πραγμάτων ἐξετασταὶ εὑρίσκονται, τάχα που καὶ τότε τῇ ἀληθείᾳ μαχόμενοι, καὶ τρόπους ἐπικουρίας ἀνευρεῖν πειρώμενοι· ἀσήμου δέ τινος προσκεκομισμένου, τότε δὴ, τότε θερμοὶ, καὶ θρασεῖς, καὶ ἀοκνότατοι λίαν, καὶ τὴν ἐπὶ τοῖς ἐσχάτοις αὐτοῦ καταφέρουσι ψῆφον. Ἤρθη τοίνυν ἡ κρίσις αὐτοῦ ἐν τῇ ταπεινώσει αὐτοῦ, φησίν. Ἐπειδὴ δὲ ὅλως ἔδοξέ τισιν εἶναι παρὰ τοῖς Ἰουδαίοις, ἤτοι τοῖς κρίνουσι, ταπεινὸς, ἐννοήσας ὁ προφήτης τῆς ἐνούσης εὐκλείας αὐτῷ τὸ περιφανὲς, καὶ ὅτι Θεὸς ἦν, ἐν εἴδει τῷ καθ' ἡμᾶς ὁρώμενος τοῖς ἐπὶ τῆς γῆς· μονονουχὶ κατασείει τὴν κεφαλὴν, καὶ κατολοφύρεται τοὺς τὴν ἐπ' αὐτῷ κρίσιν ὁρίσαντας, καί φησι· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Οὐ γὰρ κατὰ τοῦ τυχόντος, φησὶν, ὡς γοῦν ᾠήθητε, σκληροὶ καὶ ἄδικοι γεγόνατε δικασταί· κατὰ τούτου δὲ μᾶλλον, οὗ τὴν γενεὰν, ἤτοι τὴν γέννησιν, οὐδεὶς ἂν ἡμῖν διερμηνεύσει[ε] λόγος. Διχῆ δὲ τοῦτο νοήσεις. Γεγέννηται μὲν γὰρ ἐκ Θεοῦ Πατρὸς Θεὸς ὢν ὁ Λόγος, ἄῤῥητος δὲ καὶ ἀπερινόητος παντελῶς ὁ τῆς γεννήσεως τρόπος. Οὐ γὰρ κατὰ σῶμα γέγονεν, ἀλλ' ὡς ἂν πρέποι τῇ νοερᾷ τε καὶ ἀσωμάτῳ φύσει. Φῶς γὰρ ἐξέλαμψεν ἐκ φωτὸς, ἀνέφυ δὲ καὶ ζωὴ ἐκ ζωῆς· καὶ ὅτι μὲν ἐγεννήθη κατὰ ἀλήθειαν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, ἀνενδοιάστως πιστεύομεν· τὸ δὲ ὅπως, εἰπεῖν ἢ νοεῖν οὐκ ἔστι. Θεὸς δὲ ὢν φύσει, καθῆκεν ἑαυτὸν εἰς τὸ ἑλέσθαι παθεῖν δι' ἡμᾶς τὴν κένωσιν. Ἔλαβε δὲ δούλου μορφὴν, καὶ ὑπέμεινε γέννησιν τὴν κατὰ σάρκα ἐκ γυναικὸς, οὐ τοῖς τῆς ἀνθρωπείας φύσεως; ἀκολουθήσας νόμοις. Οὐ γὰρ ἐξ ἀνδρὸς, ἢ γυναικὸς ἡ πρόοδος· μυστικὴ δὲ μᾶλλον, καὶ ξένη, καὶ ὑπὲρ ἡμᾶς, καὶ ἐγγὺς ἀδιήγητος. Εἴρηται γὰρ πρὸς τὴν ἁγίαν Παρθένον, ὅτι «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Διὸ καὶ τὸ γεννώμενον ἅγιον, κληθήσεται Υἱὸς Θεοῦ.» Ἐπειδὴ δὲ καὶ ὑπὲρ φύσιν τὴν καθ' ἡμᾶς πεπράχθαι πιστεύεται τὸ τῆς κατὰ σάρκα γεννήσεως αὐτοῦ μυστήριον, διὰ τοῦτό φησιν ὁ προφήτης, ὅτι Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. Τὸ δὲ, Αἴρεται, φησὶν, ἀντὶ τοῦ, Ἐπαίρεται, καὶ ὑψηλοτέρα τῶν ἐπὶ τῆς γῆς ἐστιν ἡ ζωὴ αὐτοῦ,