Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1181
Not analysed yet
τουτέστιν ἡ πολιτεία καὶ ὁ κατὰ σάρκα βίος. Μόνος γὰρ ἐκ πάντων, καίτοι καθ' ἡμᾶς ὁρώμενος ἄνθρωπος, οὐκ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, καίτοι τοῦτο κατωρθωκότος οὐδενὸς τῶν ἐπὶ τῆς γῆς· ἀμώμητος γὰρ παντελῶς ἐν ἡμῖν οὐδείς. Αἴρεται δὲ καὶ ἑτέρως, καὶ ὑπὲρ πάντας ἐστὶ τοὺς ἐπὶ τῆς γῆς ἡ ζωὴ, τουτέστιν ἡ ὕπαρξις τοῦ Μονογενοῦς, ὅταν ἔξω νοῆται σαρκὸς, καὶ οὔπω καθ' ἡμᾶς γενόμενος ἄνθρωπος. Οὗ τοίνυν παράδοξος καὶ ὑπὲρ φύσιν ἡ κατὰ σάρκα γέννησις, τούτου καὶ ἡ ζωὴ καὶ ὁ βίος ὑπερνήχεται τὸ μέτρον τῶν ἐπὶ τῆς γῆς. Ἀλλ' ὥσπερ τινὸς πρὸς ταῦτα λέγοντος· Πῶς ὁ μὴ εἰδὼς ἁμαρτίαν, ψήφοις ὑπενήνεκται θανάτου, καὶ μετὰ τῶν ἀνόμων ἐλογίσθη; Κατακέκριται γὰρ ὡς ἁμαρτωλός· μονονουχὶ καὶ ἀντανίσταται λέγων ὁ Θεὸς καὶ Πατήρ· Ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον. Ἢ γὰρ τοῦτό φησιν, ὅτι Ὑπὲρ τῆς ἁμαρτίας τοῦ λαοῦ μου τὴν τοῦ θανάτου ψῆφον ὑπομεμένηκεν ἑκὼν, ἤγουν ἐκεῖνό που τάχα. Ἐπειδὴ γὰρ ἀνομώτατοι, φησὶ, γεγόνασιν οἱ τελοῦντες εἰς τὸν ἐμὸν λαὸν, διὰ τοῦτο τῆς αὐτῶν ὠμότητος, καὶ μιαιφονίας, καὶ ἐπ' αὐτὸν ἦλθον οἱ βρόχοι, ἤχθη δὲ οὗτος εἰς θάνατον. Ἀληθὲς δὲ πάντως τοῦτό τε κἀκεῖνο. Ἀπέθανε γὰρ ἵνα καταργήσῃ τὴν ἁμαρτίαν τῶν ἐπὶ τῆς γῆς, καὶ σὺν αὐτῇ τὸν ἐξ αὐτῆς ἀναφύντα καταλύσῃ θάνατον. Ἀπέθανε καὶ ἑτέρως, ἀνομησάντων εἰς αὐτὸν Ἰουδαίων. Καίτοι γὰρ ἐπεγνωκότες ὅτι αὐτός ἐστιν ὁ κληρονόμος, εἶπον ἐν ἑαυτοῖς· «Δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ σχῶμεν ἑαυτοῖς τὴν κληρονομίαν αὐτοῦ.» Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ. Ὅτι ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ἕοικεν ἐν τούτοις ἐκεῖνο βούλεσθαι δηλοῦν, καὶ ἀληθὲς ὂν ἀποφαίνειν, ὅπερ ἔφαμεν ἀρτίως, ὅτι διὰ τὸ εἶναι δυσσεβεῖς σφόδρα, καὶ ἀνομωτάτους τοὺς τελοῦντας εἰς λαὸν Θεοῦ, ἤχθη Χριστὸς εἰς θάνατον. Ἐπειδὴ γὰρ, φησὶν, πεπαρῳνήκασιν εἰς αὐτὸν ἀνοσίως, καὶ ἀρχηγὸν ὄντα τῆς ζωῆς ἀπεκτόνασι, δυσσεβοῦντες ἀφυλάκτως καὶ εἰς αὐτὸν τὸν σώζοντα· ταύτῃτοι καὶ μάλα δικαίως τοὺς πονηροὺς καὶ πλουσίους δώσω, φησὶν, εἰς χεῖρας ἐχθρῶν, ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ ἀντὶ τοῦ θανάτου αὐτοῦ. Πεπλημμελήκασι γὰρ Ἰουδαῖοι κατὰ δύο τρόπους, καὶ ἀπεκτονότες τὸν Κύριον, καὶ συκοφαντοῦντες αὐτοῦ τὴν ταφήν. Καὶ τίνα τρόπον, ἐροῦμεν. Ἐτάφη μὲν γὰρ ὑπομείνας τὸν κατὰ σάρκα θάνατον· πλὴν ἀνεβίω τριήμερος, σεισμοῦ γεγονότος ἐν τῷ μνημείῳ· ὥστε καὶ τοὺς φυλάσσοντας στρατιώτας ἐν αἰσθήσει γενέσθαι τοῦ πράγματος, ἀφικέσθαι τε πρὸς τοὺς τῶν Ἰουδαίων καθηγητὰς, ἀπαγγεῖλαί τε τοῦτο, καὶ αὐτὴν δὲ τὴν ἀνάστασιν. Οἱ δὲ, καθά φησιν ὁ εὐαγγελιστὴς, ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις, ἵνα εἴπωσιν, ὅτι οἱ μαθηταὶ αὐτοῦ ἐλθόντες νυκτὸς ἔκλεψαν αὐτόν. Καὶ ἐφημίσθη ὁ λόγος οὗτος παρὰ τοῖς Ἰουδαίοις μέχρι τῆς σήμερον ἡμέρας. Οὐκοῦν διττοῖς πλημμελήμασι γράφεται τοὺς ἠσεβηκότας ὁ Θεὸς καὶ Πατήρ· πονηροὺς δὲ αὐτοὺς καὶ πλουσίους