Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1184
Not analysed yet
ἀποκαλεῖ· πονηροὺς μὲν ὡς συκοφαντήσαντας, καὶ ἐπ' αἰτίαις μὲν ἑώλοις ἀπεκτονότας τὸν Ἰησοῦν· πλουσίους δὲ, ὅτι χρήμασι πεπείκασι τοὺς Πιλάτου δορυφόρους, τὸ σεπτὸν καὶ μέγα τῆς ἀναστάσεως συκοφαντῆσαι μυστήριον. Εἰκὸς δὲ καὶ καθ' ἕτερον τρόπον πλουσίους αὐτοὺς ὠνομάσθαι, ὡς αἰνιττομένου τε καὶ ὑποπλήττοντος τοῦ λόγου, ὅτι ταύτης ἕνεκα τῆς αἰτίας ἐπεβούλευσαν τῷ Χριστῷ, ἵνα ἔχοιεν αὐτοὶ πλοῦτον ἀδίκως σεσωρευμένον, τὸν ἀπό γε τοῦ μὴ κρίνειν ὀρθῶς, καὶ οὓς ἂν δύνωνται πλεονεκτεῖν. Ἔφη γοῦν περὶ αὐτῶν διὰ φωνῆς Ἡσαΐου· «Οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσέχοντες.» Ἀπαράδεκτον δὲ καὶ τὸν τῆς πίστεως ἐποιοῦντο λόγον, ἐννοοῦντες, ὅτι παυσομένης τῆς ἐν νόμῳ λατρείας, ἐκπίπτουσι κερδῶν τῶν ἀπό γε τῆς ἱερωσύνης· ἐκομίζοντο γὰρ ἀπαρχὰς, καὶ δεκάτας, καὶ μέχρις αὐτῶν τῶν εὐτελεστάτων ἀκριβολογούμενοι. Καὶ γοῦν ὠνειδίζοντο παρὰ Χριστοῦ λέγοντος· «Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον, καὶ τὸ ἄνηθον, καὶ τὸ κύμινον· καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν, καὶ τὸ ἔλεος, καὶ τὴν πίστιν.» Ἁλίσκονται δὲ φιλόπλουτοι, καὶ καθ' ἑτέραν αἰτίαν· ὡς γὰρ ἔφην φθάσας, τὸν δεσποτικὸν εἰς αὑτοὺς μετατιθέντες κλῆρον, ἐπεβούλευσαν τῷ τοῦ ἀμπελῶνος δεσπότῃ· ὅτι δὲ τῇ θείᾳ ψήφῳ δέδωκεν ὁ Θεὸς τοὺς πονηροὺς καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου καὶ τῆς ταφῆς τοῦ Χριστοῦ, διαδείκνυσιν ἐναργῶς, ἐπιφέρων εὐθύς· «Ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» Ποῖος οὖν ἄρα τοῖς Ἰουδαίοις ἐπικουρήσει λόγος ἐν ἡμέρᾳ κρίσεως; Ὁ μὲν γὰρ Θεὸς καὶ Πατὴρ μεμαρτύρηκεν ἐναργῶς τὸ ἀναμάρτητον τῷ Υἱῷ. Οὔτε γὰρ εὑρέθη δόλος, τουτέστι ψεῦσμα, ἐν τῷ στόματι αὐτοῦ, οὔτε μὴν ἐποίησεν ἀνομίαν. Οὐκοῦν ἔργῳ τε καὶ λόγῳ πανάμωμος ἦν, καὶ εἰς λῆξιν ἁπάσης καθαρότητος διελήλακεν. Οἱ δὲ κατεψεύδοντο καὶ κατεμαρτύρουν αὐτοῦ, Πιλάτῳ λέγοντες, ποτὲ μὲν, ὅτι «Οὗτος ἀνασείει τὸν λαὸν, καὶ κωλύει διδόναι φόρους Καίσαρι·» καὶ πάλιν, «Εἰ μὴ ἦν οὗτος κακοποιὸς, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.» Ἀντιπράττουσι τοίνυν ταῖς τοῦ Πατρὸς μαρτυρίαις, τὸν ἀμώμητον καὶ δίκαιον αἰτιάμασιν ὑποφέροντες τοῖς οὐκ ἀληθέσι, καὶ ταύτης ἕνεκα τῆς αἰτίας παρεδόθησαν ἐχθροῖς. «Ἐπειδὴ βούλεται Κύριος καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς.» Δίκας μὲν γὰρ οὐκ ἐκτετικότων τῶν εἰς αὐτὸν πεπαρῳνηκότων, ἦν τάχα πού τινας εἰκὸς ὑπονοῆσαι λέγειν, ὡς ὁσίᾳ ψήφῳ κατεδικάσθη Χριστὸς, ἅτε δὴ καὶ ἔνοχος καταστὰς ἐπενεχθείσης αἰτίας αὐτῷ. Ἐξενεχθείσης δὲ τῆς ὀργῆς, καὶ τοῖς εἰς αὐτὸν δεδυσσεβηκόσιν ἀναλόγου κολάσεως ἐπενηνεγμένης, καθαρίζεται τῆς πληγῆς. Οὐ γὰρ ἂν ἠγανάκτησε Θεὸς, οὐδ' ἂν ὑπερεῖδε τὸν ἑαυτοῦ λαὸν, οὐδ' ἂν τοῖς ἐσχάτοις αὐτοὺς ἐνῆκε κακοῖς, εἰ μὴ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσαντο, συκοφαντοῦντες αὐτὸν, καὶ προσηλοῦντες αὐτὸν τῷ ξύλῳ, καὶ ὑπεράνω πάσης ἰόντες ἀπανθρωπίας.