Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1185
Not analysed yet
Ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον. Καὶ βούλεται Κύριος ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι δίκαιον εὖ δουλεύοντα πολλοῖς, καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνήσει [vulg. ἀνοίσει]. Διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκύλα, ἀνθ' ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκε, καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθη. Ἐγκαλέσας τοῖς ἐξ Ἰσραὴλ, ὡς ἀπεκτονόσιν ἀδίκως τὸν τῆς ζωῆς χορηγὸν, καὶ τῆς ἁπάντων σωτηρίας πρύτανιν, μεθίστησι τοὺς λόγους ἐπὶ τὰς τῶν ἐθνῶν ἀγέλας, καὶ δὴ καί φησιν ὡς πρὸς αὐτάς· Ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον. Ὅμοιον δὲ ὡς εἰ λέγοι σαφῶς· Τέθεικεν ὑπὲρ ὑμῶν τὴν ἑαυτοῦ ψυχὴν ὁ Χριστός· ἠγόρασεν ὑμᾶς ἐν αἵματι τῷ ἰδίῳ, ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας, ἵνα ὑμῶν κατορθώσῃ τὴν σωτηρίαν. Ἂν τοίνυν ἀμείψησθε καὶ ὑμεῖς αὐτοὶ, καὶ καταθῆσθε ὥσπερ ἐν ὀφλήματος τάξει τὸ εὐήνιον, καὶ ὑπαγάγητε τὸν αὐχένα τοῖς αὐτοῦ ζυγοῖς· τότε ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον, τουτέστιν, ἔσεσθε κοινωνοὶ τῶν εἰς μακραίωνα βίον τετηρημένων, ἁγίων δὲ δηλονότι, οἳ τῆς εἰς αἰῶνα ζωῆς τὴν ἐλπίδα πεπλουτήκασιν. Οὐδεὶς μὲν γὰρ παρ' Ἕλλησι λόγος τῆς τῶν νεκρῶν ἀναστάσεως ἦν, ἀπιστεῖται δὲ καὶ εἰς δεῦρο τὸ μυστήριον. Μονονουχί φασι τὸ, ὅτι Καπνὸς ἡ πνοὴ ἐν ῥισὶν ἡμῶν, οὗ σβεσθέντος, τέφρα ἀποβήσεται τὸ πᾶν, καὶ τὸ πνεῦμα διαχυθήσεται ὡς χαῦνος ἀνήρ. Παρὰ δέ γε τοῖς τῆς Ἐκκλησίας τροφίμοις, ἐλπὶς ἀκράδαντος ἡ ἀνάστασις τῶν κεκοιμημένων ἦν, καὶ τοῖς ἔθνεσιν ὑπισχνεῖται Θεὸς, εἴπερ ἕλοιντο τὴν ἀντέκτισιν τῆς ἑαυτῶν ψυχῆς προσκομίσαι Χριστῷ τῷ παθεῖν ἑλομένῳ διὰ τὴν αὐτῶν ἁμαρτίαν. Ὀφείλημα δὲ τὸ πρὸς ἡμῶν ὁποῖον ἄρα ἐστὶ, σαφηνιεῖ λέγων ὁ Παῦλος· «Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.» Οὐκοῦν ἐπωφλήσαμεν αὐτῷ τὴν ἑαυτῶν ζωήν. Διὰ τοῦτό φησιν· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.» Ὅ γε μὴν ἑαυτὸν ἀρνούμενος, οὐ τὴν αὐτῷ καθ' ἡδονὴν ἔτι διαβιώσεται ζωὴν, ἐκείνην δὲ μᾶλλον, ἥπερ ἂν νοοῖτο Χριστοῦ, τουτέστιν ἁγίαν, καὶ ἀμώμητον, καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Παῦλος, ὃς δὴ καὶ γέγραφεν ἐναργῶς· «Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον· ἵνα Θεῷ ζήσω, Χριστῷ συνεσταύρωμαι. Ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ, Οὐκ ἀθετῶ τὴν χάριν τοῦ Θεοῦ.» Ἄθρει δὴ οὖν ὅπως δέδωκε περὶ ἁμαρτίας, ἀναθεὶς ὥσπερ τῷ δι' αὐτὸν παθόντι τὴν ἑαυτοῦ ζωήν. Ἀκηκόαμεν γὰρ λέγοντες τοῦ Χριστοῦ τοῖς ἑαυτοῦ γνωρίμοις· «Ὁ ἀγαπῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος. Καὶ ὁ ἀγαπῶν υἱὸν,