Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1188
Not analysed yet
ἢ θυγατέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος.» Μήτηρ μὲν γὰρ ἀνθρώπου καὶ πατὴρ, ἀρχὴ καὶ πρόφασις αὐτῷ γεγόνασι τῆς εἰς τὸ εἶναι προόδου σωματικῆς· ὁ δέ γε τῶν ὅλων Θεὸς καὶ Πατὴρ, κεκρατημένους θανάτῳ, καὶ μαραινομένους ἐν ἴσῳ πόαις, ἀνεγέννησεν εἰς ἀφθαρσίαν διὰ Χριστοῦ ἐν Πνεύματι, καὶ κρείττους ἀπέφηνε τῆς φθορᾶς, μακρᾷ καὶ ἀτελευτήτῳ στεφανώσας ζωῇ. Οὐκοῦν ἥττηται ἂν εἰκότως τῆς εἰς αὐτὸν ἀγάπης ἡ εἰς γονέας αἰδώς· τὸ δὲ ἀγαπῆσαι Χριστὸν ἐξ ὅλης ψυχῆς καὶ καρδίας, καὶ τοῖς αὐτοῦ νεύμασιν, ἤγουν ἱεροῖς θεσπίσμασι, κατακολουθεῖν, τὸ δοῦναί ἐστι περὶ ἁμαρτίας, μετὰ τοῦ τὴν εἰς αὐτὸν πίστιν ὀρθῶς τε καὶ ἀμωμήτως ἔχουσαν ἑλέσθαι τηρεῖν. Ὄψεται τοίνυν ἡ ψυχὴ ὑμῶν, φησὶ, σπέρμα μακρόβιον. Βούλεται γὰρ Κύριος ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, καὶ δεῖξαι αὐτῷ φῶς, καὶ πλάσαι τῇ συνέσει. Γέγονε μὲν γὰρ περίλυπος ἕως θανάτου πρὸ τοῦ τιμίου σταυροῦ· γέγραπται γὰρ οὕτω παρὰ τοῖς ἁγίοις εὐαγγελισταῖς. Ἐπειδὴ δὲ πατήσας τὸν ᾅδην ἀνεβίω τριήμερος, εἶτα τεθέαται τὴν ἀνθρώπου φύσιν ἐν ἑαυτῷ μεταμορφωθεῖσαν εἰς ἀφθαρσίαν, καὶ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς εὐδοκίαν πάσης ἤδη κατευρυνομένην τῆς γῆς, μέλλουσάν τε καταφωτίζεσθαι τῶν ἐθνῶν τὴν πληθὺν, καὶ τῆς μὲν ἀρχαίας καὶ συντρόφου πλάνης ἀποφοιτᾷν, καλεῖσθαι δὲ πρὸς ἐπίγνωσιν ἑαυτοῦ τε καὶ τοῦ Πατρός· ἀποβέβληκε τὸν ἐπὶ τῷ παθεῖν πόνον, καὶ τοῖς εὖ φρονοῦσι δέδωκε τὸ νικᾷν. Ἅμα γὰρ ἐκ νεκρῶν ἐγήγερται, καὶ ἐπείπερ ἐστὶν ἀγαθὸς, ἡσθεὶς ἄγαν ἐπὶ τῇ τοῦ κόσμου σωτηρίᾳ καὶ ζωῇ, τοῖς ἁγίοις ἔφη μαθηταῖς· «Ἐδόθη μοι πᾶσα ἐξουσία ἔν τε οὐρανῷ, καὶ ἐπὶ γῆς· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» Οὐκοῦν ἐὰν δῶτε περὶ ἁμαρτίας, ἔσεσθε μέτοχοι καὶ αὐτοὶ μακροβίου σπέρματος, τοῦ τῶν ἁγίων δηλονότι. Βούλεται γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δῆλον δὲ ὅτι Χριστοῦ, τουτέστι, τὴν ἐπὶ τῷ σταυρῷ λύπην μεταστῆσαι πρὸς χαρὰν, διὰ τοῦ δεῖξαι αὐτῷ μεταποιηθέντας εἰς φῶς τούς ποτε σκότος, τουτέστι τούς ποτε πλανωμένους· οἷς καὶ ὁ πάνσοφος Παῦλος ἐπιστέλλει, λέγων· «Οἱ ποτὲ σκότος, νυνὶ δὲ φῶς ἐν Κυρίῳ.» Βούλεται πλάσαι τῇ συνέσει. Καὶ τί δὴ τοῦτό ἐστι, διδάξει λέγων ὁ πάνσοφος Παῦλος· «Ἡμεῖς γὰρ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.» Οἱ μὲν γὰρ ὄντες ἐν ἁμαρτίαις, καὶ τὴν κτίσιν παρὰ τὸν Κτίστην λατρεύοντες, δυσειδῆ πως ἔχουσι τὴν καρδίαν, καὶ ἀκαλλεστάτην σφόδρα τὴν διάνοιαν. Εἴρηται γοῦν πρός τινα διὰ τῆς Ἱερεμίου φωνῆς· «Ἰδοὺ οὐκ εἰσὶν οἱ ὀφθαλμοί σου, οὐδὲ ἡ καρδία σου καλή.» Ἐπειδὰν δὲ τὴν εἰς Χριστὸν παραδέξωνται, μεταπλάττονται νοητῶς πρὸς τὸ θεῖον αὐτοῦ καὶ ἐξαίρετον κάλλος. Γράφει γοῦν τισιν ὁ πάνσοφος Παῦλος· «Τεκνία, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.»