Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1189
Not analysed yet
Βούλεται τοίνυν ὁ Θεὸς καὶ Πατὴρ τῇ συνέσει, τουτέστι τῇ ἑαυτοῦ σοφίᾳ, θεοπρεπεῖ δὲ δηλονότι, διαπλάσαι πρὸς αὐτὸν τοὺς πιστεύοντας, ἀποφῆναί τε συμμόρφους αὐτῷ δι' ἁγιασμοῦ ἐν πνεύματι. «Οὓς γὰρ ἔγνω, φησὶ, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, τούτους καὶ ἐκάλεσε.» Κτίσαι δὲ λέγεται Θεὸς καὶ τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον. Βούλεται δὲ, οἶμαι, ὁ Θεὸς, καὶ Πατὴρ δικαιῶσαι δίκαιον, εὖ δουλεύοντα πολλοῖς, καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνήσει. Ὁ μὲν οὖν δίκαιος εὖ δουλεύων πολλοῖς, νοηθείη ἂν οὐχ ἕτερος, οἶμαι, τὶς, παρά γε τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Οὐ γὰρ ἦλθε διακονηθῆναι, καθά φησιν αὐτὸς, διακονῆσαι δὲ μᾶλλον, κατὰ τὴν τῆς ἐνανθρωπήσεως οἰκονομίαν. Ταύτῃτοι διάκονον ἐδόκει λέγειν τῷ μακαρίῳ Παύλῳ. Ἔφη γὰρ περί τε τοῦ νόμου καὶ τῆς Καινῆς Διαθήκης· «Εἰ γὰρ ἡ διακονία τῆς κατακρίσεως δόξα (δεδόξαστο γὰρ τὸ Μωσέως πρόσωπον), πολλῷ μᾶλλον διαφέρει ἡ διακονία τῆς δικαιοσύνης ἐν δόξῃ.» Δίκαιος τοίνυν καὶ ἄμωμος ὁ Χριστὸς εὖ δουλεύων πολλοῖς. Ἔλαβε γὰρ δούλου μορφὴν Θεὸς ὢν ὁ Λόγος, οὐχ ἵνα τὴν οἰκείαν αὐτὸς ὀνήσῃ φύσιν, ἀλλ' ἡμῖν καὶ τοῦτο δωρούμενος, καὶ ὥσπερ τινὰ διακονίαν ἀποπληρῶν εἰς ἡμᾶς, δι' ἧς καὶ σεσώσμεθα. Δικαιοῦταί γε μὴν τὴν τοῦ δοκεῖν εἶναι πονηρὸς, ἤτοι δικαίως παθεῖν τὸν ἐπὶ ξύλου θάνατον, ὑποψίαν ἀποκρουόμενος διὰ τοῦ καὶ δίκας ἐκτῖσαι τῆς εἰς αὐτὸν δυσσεβείας τοὺς ἐξ Ἰσραὴλ, καὶ τοῦ βασιλεῦσαι τοῖς ὑπ' οὐρανὸν ἁπάντων αὐτῷ προσδεδραμηκότων ἐθνῶν. Ὅτι γὰρ διακονίας ἰσχὺν ὁ τῆς ἐνανθρωπήσεως ἔχει λόγος, παρέδειξεν εἰπών· «Καὶ αὐτὸς τὰς ἁμαρτίας αὐτῶν ἀνήσει.» Ἵνα γὰρ ἀποστήσῃ τοῦ κόσμου τὴν ἁμαρτίαν, αὐτὸς ἐφ' ἑαυτῷ ταύτην ἀναλαβὼν, καὶ εἷς ὑπὲρ πάντων ἀποθανὼν ὁ πάντων ἀντάξιος, διὰ τοῦτο δεδούλευκε πολλοῖς. Τὸ Πολλοῖς δὲ λέγων, τὰ ἔθνη δηλοῖ. Ἓν γὰρ ἦν ἔθνος Ἰσραήλ. Ἐπειδὴ δὲ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνήνεγκε, φησὶ, διὰ τοῦτο κληρονομήσει πολλοὺς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκύλα. Πάλιν ἐνθάδε πολλοὺς συνήσεις τοὺς ἐξ ἐθνῶν· μυριοπλασίους γάρ εἰσι τῶν ἐξ Ἰσραήλ· ἰσχυροὺς δέ γε, ἢ τοὺς ἁγίους ἀποστόλους, ἢ καὶ ἅπαντας ἁπλῶς τοὺς ἐν Χριστῷ δυνατοὺς, καὶ εὐανδρίαν ἔχοντας τὴν πνευματικὴν, οἷς ἅτε νενικηκόσι τὸν Σατανᾶν, διαδίδωσι σκύλα. Διανέμει γὰρ τοῖς ἁγίοις πλουσίᾳ χειρὶ τῶν πνευματικῶν χαρισμάτων τὰς χορηγίας. ᾯ μὲν γὰρ δίδοται, φησὶ, διὰ τοῦ πνεύματος λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, προφητεῖαί τε καὶ διακρίσεις πνευμάτων, καὶ τὰ τῶν ἰαμάτων χαρίσματα. Περιστήσαντες δὲ τοῦ λόγου τὴν δύναμιν εἰς τοὺς ἁγίους ἀποστόλους, ἐκεῖνό φαμεν· ἦσαν μὲν γὰρ κτῆσις ὥσπερ τοῦ Σατανᾶ πάντα τὰ ἔθνη, ἀλλ' ἐμέρισεν αὐτὰ τοῖς ἁγίοις μυσταγωγοῖς ὁ κληρονομήσας πολλούς. Οἱ μὲν γὰρ, διὰ τοῦ θεσπεσίου Πέτρου κέκληνται πρὸς ἐπίγνωσιν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· οἱ δὲ διὰ τῆς τοῦ θεσπεσίου Παύλου μυσταγωγίας, ἤγουν ἑτέρου τινὸς τῶν ἁγίων ἀποστόλων, εἰς τὸ τῆς ἀληθείας ἐσαγηνεύθησαν φῶς. Ἐμέ-