Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1192
Not analysed yet
ρισε τοίνυν αὐτοῖς ὁ Σωτὴρ, ὤσπερ τινὰ σκύλα, τουτέστι, πολέμου λάφυρα, τὴν τῶν ποτε πλανωμένων ἐπιστροφήν τε καὶ κλῆσιν· ὅτι δ' ἐχρῆν τὸν ὑπὲρ πάντων ἀποθανόντα Χριστὸν, πάντων ὁρᾶσθαι δεσπότην, ἀναπείθει λέγων· Ἀνθ' ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκε, καὶ δι' ἁμαρτίας αὐτῶν παρεδόθη. ΤΟΜΟΣ Βʹ. Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Εἶπε γὰρ Κύριος· Πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου· πῆξον, μὴ φείσῃ· μάκρυνον τὰ σχοινίσματά σου, καὶ τοὺς πασσάλους κατίσχυσον, ἔτι καὶ εἰς [Vulg. ἔτι εἰς] τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον. Καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει, καὶ πόλεις ἠρημωμένας κατοικιεῖς. Τίνα δὴ τρόπον τὸν τίμιον ὑπὲρ ἡμῶν ὑπέμεινε σταυρὸν, καὶ τὴν ὑπὲρ τοῦ κόσμου σφαγὴν ὁ ἀμνὸς ὁ ἀληθινὸς, τουτέστι Χριστὸς, διειπὼν εὖ μάλα, καὶ πρός γε τούτοις, ὅτι κληρονομήσει πολλοὺς προηγορευκὼς, μεθίστησι τῆς προφητείας τοὺς λόγους ἐπ' αὐτοὺς ἤδη τοὺς εἰς κλῆρον αὐτῷ δοθέντας παρὰ Θεοῦ, τουτέστι τὰ ἔθνη. Τοῦτο γάρ που καὶ αὐτὸς ὁ Υἱὸς διὰ τῆς τοῦ Ψάλλοντος λύρας προανακεκράγει λέγων· «Κύριος εἶπε πρός με· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Πολλοὺς δὲ αὐτοὺς εἶναί φησι· πολλαπλασίους γὰρ καὶ ἀριθμοῦ κρείττονες οἱ ἐξ ἐθνῶν νοηθεῖεν ἂν, ὡς πρός γε τοὺς ἐξ αἵματος Ἰσραὴλ, εἰς ἓν καὶ μόνον τελοῦντας ἔθνος. Γυναικί γε μὴν στείρᾳ καὶ ἀποβεβλημένῃ, ἤγουν ἐρήμῃ, παρεικάζειν ἀξιοῖ τῶν ἐθνῶν τὴν πληθύν· καὶ δὴ καί φησι πρὸς αὐτήν· Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα. Ἀλλ' ἴσως ἐκεῖνο ἐρεῖ τις· Στεῖραν ὀνομάζει τῶν ἐθνῶν τὴν πληθὺν, ἤτοι τὴν ἐξ ἐθνῶν συναγηγερμένην Ἐκκλησίαν, διὰ ποίαν αἰτίαν; καίτοι προμεμήνυκεν ὁ λόγος, ὅτι πολλῷ πλείους ἦσαν οἱ πλανώμενοι, καὶ τῇ κτίσει παρὰ τὸν Κτίστην λατρεύοντες, τῶν λελυτρωμένων διὰ Μωσέως, καὶ διὰ τοῦτο καὶ ἠριθμημένων καὶ εἰς κλῆρον Θεοῦ; «Ὄτε» γὰρ, φησὶ, «διεμέρισεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ, καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοινίσματα κληρονομίας αὐτοῦ Ἰσραήλ.» Στεῖρα οὖν κατὰ τίνα τρόπον ἡ πολύπαις οὕτω καὶ οἷον γονιμωτάτη; Οὐδεὶς γὰρ ἦν παρά γε τοῖς οὐκ εἰδόσι τὸν τῶν ὅλων Θεὸν, ὡς διά τε γνῶσιν καὶ ἀρετὴν καταλογισθῆναι πρέπων ἐν τέκνοις Θεοῦ. Καὶ καθ' ἕτερον δὲ τρόπον οὐκ ἦν παρ' αὐτοῖς ἡ δι' ὕδατός τε καὶ πνεύματος ἀναγέννησις, ἀλλ' ἦσαν ἐκ φθορᾶς ἔτι φθαρτῆς, φθαρτοὶ καὶ γήϊνοι, καὶ καθά φησιν ὁ Ψαλμῳδὸς, «Ἐκ μήτρας ἀπηλλοτριωμένοι τῆς πρὸς Θεὸν οἰκειότητος, καὶ ἐξ αὐτῆς πλανώμενοι τῆς γαστρὸς,» ἅτε δὴ καὶ ὄντες ἐξ ἁμαρτωλῶν ἁμαρτωλοὶ, καὶ εἰδωλολάτραι, καὶ ἐλπίδα μὴ ἔχοντες, καθά φησιν ὁ πάνσοφος Παῦ-