Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1193
Not analysed yet
λος. Ἡ οὖν στεῖρα τῷ ἐπὶ πάντας Θεῷ τίκτουσα μηδένα τῶν ὀφειλόντων, ἢ δυναμένων ἐν τέκνοις αὐτοῦ καταλογισθῆναι, καὶ τελεῖν διά τε πίστιν καὶ ἀρετήν. Ἀλλ' ἰδοὺ προστέτακται ῥῆξαί τε καὶ βοῆσαι. Ἔθος δὲ τοῦτο δρᾷν ταῖς ἐπὶ δίφρῳ λοιπὸν καὶ τικτούσαις γυναιξὶν, ἃς δή φασι παροτρύνειν τὰς μαίας ἔντονόν τι καὶ τορὸν ἀναβοᾷν, ἵν' ἐκθλίβοιτο τῆς μήτρας τὸ βρέφος, εὐρυνομένου τοῦ σπλάγχνου πρὸς τὴν βοήν. Τοῦτο, οἶμαι, ἐστὶ τὸ, «Ῥῆξον, καὶ βόησον.» Ἄρξαι δὴ οὖν τοῦ τίκτειν, φησὶ, καὶ ὡς ὠδίνουσα πολλοὺς, δίδου συχνῶς τὴν ταῖς τικτούσαις ἀεὶ πρέπουσαν βοήν· ὡς ἐσομένη δὲ μήτηρ ἀναριθμήτων λαῶν, εὐφροσύνην δέχου τὴν πνευματικήν. Σαφηνίζων δὲ τοῦ προκειμένου ῥητοῦ τὴν διάνοιαν ὁ τῶν ὅλων Θεὸς, ἐπιφέρει λέγων· Ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Ἔθος μὲν οὖν τῇ θεοπνεύστῳ Γραφῇ ἔρημον ἀποκαλεῖν τὴν χήραν. Ἐχήρευσε δὲ τῶν ἐθνῶν ἡ πληθύς. Οὐ γὰρ ἐπλούτει τὴν κοινωνίαν τὴν πρός γε, φημὶ, τὸν ἁπάσης γνώσεως ἀληθοῦς, καὶ τὸν τῶν εἰς εὐσέβειαν σπουδασμάτων σπορέα λόγον, ὃν ἄν τις εἰπὼν γηπόνον, ὡς περὶ πάσης κτίσεως λογικῆς, οὐκ ἂν ἁμάρτοι τ' ἀληθοῦς. Δι' αὐτοῦ γὰρ πᾶσα καρποφορία πνευματικὴ ἔν τε τοῖς ἁγίοις ἀγγέλοις καὶ ἡμῖν αὐτοῖς ἐμφύεται. Οὐκοῦν χήρα μὲν ἦν πρὸ τῆς τοῦ Σωτῆρος ἐπιδημίας, ἄγονός τε διὰ τοῦτο καὶ ἄτεξ. Ἐπειδὴ δὲ παρεδέξατο διὰ πίστεως τὸν ἐξ οὐρανοῦ νυμφίον, πολλὰ γέγονεν αὐτῆς τὰ τέκνα μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα, τουτέστι τῆς τῶν Ἰουδαίων Συναγωγῆς, ἣν δὴ προσηγάγετο Θεὸς διὰ τοῦ πανσόφου Μωσέως πρὸς οἰκειότητα τὴν πνευματικὴν, καὶ ὥσπερ σύνοικον καὶ πολλῶν ἐποιήσατο καὶ ἀπέφηνε μητέρα καὶ τροφόν. Ἀλλ' ἠτεκνώθη διὰ Χριστὸν, καίτοι, καθά φησιν ὁ προφήτης Ἱερεμίας, εὔτεκνος οὖσα πολλή. Πλείους γὰρ, ὡς ἔφην, οἱ τῆς ποτε στείρας υἱοὶ, πρὸς ἣν καί φησι τὸ, «Πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου.» Ἐπειδὴ γὰρ εὔπαις τε καὶ πολύπαις ἀδοκήτως ἀνέφυ τὸν ἐξ οὐρανοῦ λαβοῦσα λόγον, ἤτοι νυμφίον, ἀναγκαίως ἐκτείνειν εἰς εὖρός τε καὶ μῆκος τὰς ἑαυτῆς αὐλὰς προστέτακται, καὶ καταπηγνύναι τοὺς πασσάλους, ἵνα τὸ ἀκράδαντον τῆς ἐξ ἐθνῶν Ἐκκλησίας διὰ τούτου νοῇς· καὶ τὸ μακρύνεσθαι δὲ τὰ σχοινίσματα, τὸ ἀπαραβλήτως πλούσιον εἰς εὐρυχωρίαν τῶν ἁγίων Ἐκκλησιῶν ὑποφαίνει, καίτοι τῆς ἀρχαίας σκηνῆς ὀλίγης οὔσης παντελῶς, καὶ στενοτάτας ἐχούσης αὐλάς. Πλὴν καὶ ἐν ἐκείνῳ τῷ τεχνήματι κατίδοι τις ἂν ὡς ἐν τύπῳ γραφόμενον τῆς ἐξ ἐθνῶν Ἐκκλησίας τὸ εἰς εὖρός τε καὶ μῆκος ἀμφιλαφές. Περὶ γάρ τοι τὰς δέκα αὐλὰς τὰς ἐκ δέρεων τριχίνων κατεσκευασμένας, αὐλαὶ τετάχατο κύκλῳ τέσσαρες, οἷον εἰς ἕκαστον τῆς οἰκουμένης τρέχουσα μέρος, εἰς μῆκος μὲν ἑκατὸν, πεντήκοντα δὲ εἰς πλάτος. Διὰ τοῦτό φησιν· Ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον, τουτέστιν, ἁπλούσθωσαν πανταχοῦ τὰ σὰ σχοινίσματα. Μεστὴ γὰρ ἁγίων Ἐκκλησιῶν ἡ ὑπ' οὐρανὸν, εἰσὶ δὲ καὶ εὐμεγέθεις, εὐρεῖαί τε καὶ εὐμήκεις πανταχοῦ, καὶ παντὸς