Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1196
Not analysed yet
εἰς λῆξιν ἰοῦσαι κάλλους. Οὔτω γάρ πού φησιν ὁ τῶν ὅλων Θεὸς ἐγηγερμένου τοῦ ναοῦ τοῦ ἐν Ἱεροσολύμοις, μετά γε τὸ διὰ τῆς Ἀσσυρίων χειρὸς κατεμπρησθῆναι τὸν πρῶτον. «Τίς ἐξ ὑμῶν, ὃς εἶδε τὸν οἶκον τοῦτον ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν; Καὶ πῶς νῦν, φησὶν, ὁρᾶτε αὐτὸν, καθὼς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν; Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι μεγάλη ἔσται ἡ δόξα τοῦ οἴκου τούτου, ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, λέγει Κύριος παντοκράτωρ.» Τοῦ γὰρ ἐν τοῖς Ἱεροσολύμοις ὄντος ναοῦ, πολλῷ μείζους, καὶ πλούσιοι κατὰ πᾶσαν τὴν ὑπ' οὐρανὸν ὠρθώθησαν ναοὶ, τουτέστιν ἐκκλησίαι, τὸ σεπτὸν ἔχουσαι θυσιαστήριον εἰς δόξαν Χριστοῦ. Πλάτυνον δὴ οὖν, φησὶ, τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου. Τὸ γὰρ σπέρμα σου ἔθνη κληρονομήσει, καὶ πόλεις ἠρημωμένας κατοικιεῖς. Πλείστων μὲν γὰρ ὅσων ἀνδρῶν ἁγίων καὶ ἀγαθῶν μήτηρ καὶ τροφὸς ἡ ἐξ ἐθνῶν γέγονεν Ἐκκλησία, ἐκτέτοκε δὲ πολλοὺς ἄρχοντάς τε καὶ ἡγουμένους λαῶν· ὥστε καὶ ἐθνῶν καθηγεῖσθαι πολλῶν, διά τοι τὸ δύνασθαι τὸν ἀμώμητον τῆς μυσταγωγίας ποιεῖσθαι λόγον, καὶ ποιμενικῆς εὐτεχνίας οὐκ ἀμοιρεῖν. Οἷς καὶ αὐτὸς ὁ Σωτὴρ, ἅτε δὴ τὴν εὐκλεᾶ καὶ εὐδόκιμον κατωρθωκόσι ζωὴν, κλῆρον ἐπαγγέλλεται, καὶ εἰς αἰῶνα τὸν μέλλοντα τὸ καθηγεῖσθαι λαῶν. Ἐν γάρ τοι τῇ τῶν ταλάντων διανομῇ, τοῖς προσάγουσιν ἐν διπλῷ τὸ δοθὲν, «Ἔσο, φησὶν, ἐπάνω δέκα πόλεων·» ἑτέρῳ δὲ αὖ, «Ἔσο ἐπάνω πέντε πόλεων.» Οὐκοῦν ἔθνη κληρονομήσει τὸ σπέρμα σου. Πρέποι δ' ἂν τοῦτο, καθάπερ ἔφην ἀρτίως, τοῖς ἡγουμένοις Ἐκκλησιῶν, οἳ δὴ καί φασιν ἐκ περιχαρείας τῆς ἄγαν· «Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν. Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτοῦ» Κλῆρος μὲν γὰρ ὁ μόνῳ καὶ ἀληθῶς πρεπωδέστατος Χριστῷ τὸ καθηγεῖσθαι τῶν ἄλλων. Διὰ τοῦτο καὶ προτέταχε μηδενὶ λέγειν· Ῥαββί· «Εἷς γάρ ἐστι,» φησὶν, «ὑμῶν καθηγητὴς ὁ Χριστός.» Ἀλλ' ὥσπερ φῶς ὑπάρχων αὐτὸς τὸ ἀληθινὸν, φῶς ἐκάλεσε τοὺς ἁγίους ἀποστόλους, καὶ ὥσπερ αὐτὸς ὢν φύσει καὶ μόνος ἀληθῶς Υἱὸς, δέδωκεν ἡμῖν ἐξουσίαν τοῖς πιστεύσασιν εἰς αὐτὸν, Πατέρα καλεῖν τὸν Θεὸν, ἅτε δὴ τὸ τῆς υἱότητος πλουτοῦσιν ἀξίωμα· οὕτω καὶ αὐτὸς ὑπάρχων τῶν ὅλων καθηγητὴς, καὶ κλῆρον ἔχων τὴν ὑπ' οὐρανὸν, δέδωκε τοῖς ἁγίοις τὸ χρῆμα, δόξῃ τῇ ἰδίᾳ στεφανῶν αὐτούς· ὅτι συνεργάται γεγόνασιν αὐτοῦ, καὶ γνήσιοι λαῶν κηδεμόνες κεκερδήκασι πολλοὺς, προσκομίσαντες αὐτῷ διὰ πίστεως τοὺς τῇ κτίσει παρ' αὐτὸν λατρεύσαντας, καὶ τῆς ἐξαιρέτου ζωῆς οὐκ εἰδότας τὴν ὁδόν. Τὸ δέ γε, Πόλεις ἠρημωμένας κατοικιεῖς, τοιῶσδε συνήσεις· Τοσαύτη γὰρ ἔσται, φησὶ, τοῦ σοῦ σπέρματος ἡ πληθὺς, ὥστε μηδὲ ἀρκέσαι τὰς πόλεις αὐτοῖς, τὰς τῶν οἰκητόρων μεμεστωμένας, ἀλλὰ γὰρ καὶ τὰς ἐρήμους δύνασθαι πληροῦν. Μὴ φοβοῦ, ὅτι κατῃσχύνθης, μηδὲ ἐντραπῇς, ὅτι ὠνειδίσθης· ὅτι αἰσχύνην αἰώνιον ἐπιλήσῃ, καὶ τὸ ὄνειδος τῆς χηρείας σου οὐ μὴ μνησθήσῃ· ὅτι Κύριος ὁ ποιῶν σε, Κύριος Σαβαὼθ