Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1197
Not analysed yet
ὄνομα αὐτῷ, καὶ ὁ ῥυσάμενός σε, αὐτὸς Θεὸς Ἰσραὴλ πάσῃ τῇ γῇ κληθήσεται. Δεδικαιώμεθα μὲν ἐν Χριστῷ, καὶ οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος. Γράφει δὲ οὕτως ὁ πάνσοφος Παῦλος. Ἀπηλλάγμεθα γὰρ καὶ σκότους, καὶ πλάνης. καὶ ἀνοσιότητος πατροπαραδότου, καθὸ τῇ κτίσει παρὰ τὸν Κτίστην λελατρεύκαμεν, καὶ τρόπος φαυλότητος ἦν οὐδεὶς ταῖς τῶν ἐθνῶν ἀγέλαις ἀνεπιτήδευτος· ὡς γάρ φησιν ὁ Ψαλμῳδὸς, «Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνός.» Ὀνειδισμὸς οὖν ἄρα τοῖς ἔθνεσι τὸ χρῆμα γέγονεν, αὐτὸ δὴ τουτὶ τὸ πεπλανῆσθαί φημι, καὶ τὰ ἐκ τοῦ πεπλανῆσθαι συμβαίνοντα βλάβη. Τί γὰρ οὕτως ἀσχήμονα καὶ ἀκαλλεστάτην, καὶ μυρίοις αἰτιάμασιν ἔνοχον ἀποφήνειεν ἂν τὴν τοῦ ἀνθρώπου ψυχὴν, ὡς τὸ ἀποστῆναι Θεοῦ ζῶντος, ἑλέσθαι δὲ προσκυνεῖν παρ' αὐτὸν τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ τοῖς τῆς ἁμαρτίας οἷά τινι πηλῷ καὶ βορβόρῳ ἐγκαθιέναι τέλμασιν; Ἀλλὰ τί φησιν ὁ φιλάνθρωπος τοῖς κεκλημένοις εἰς ἄφεσιν ἁμαρτίας διὰ πίστεως, δῆλον δὲ ὅτι τῆς εἰς αὐτόν; Μὴ φοβοῦ, ὅτι κατῃσχύνθης. Ἐπειδὴ γὰρ ὅλως, καθὼς κατοικτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτὸν, καὶ καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν ἐμάκρυνεν ἀφ' ἡμῶν τὰς ἀνομίας ἡμῶν· πῶς οὐκ ἔδει τοῖς πάλαι διεπταισμένοις, καὶ τὸν ἐπ' αὐτοῖς ἡμᾶς συναποπτύσαι φόβον, μνησικάκῳ χάριτι δικαιοῦντος Θεοῦ, καὶ οὐκ ἐξαιτοῦντος δίκας τὸν ἀλιτήριον; Καὶ γοῦν ἔφη Χριστὸς τῆς ἐπιδημίας τὸν καιρὸν εἰς ἡμερότητα καταδεικνύς· «Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ.» Οὐκοῦν ὡς δίκης ἀπηλλαγμένοι, καὶ τὴν ἐν τοῖς πεπλημμελημένοις οὐ προσδοκῶντες κόλασιν, καὶ δειμάτων ἐλευθέραν ἐσχήκαμεν τὴν διάνοιαν, οὐδὲ τῶν προλαβόντων ὀνειδισμῶν μεμνήμεθα. Νικᾷ γὰρ ἡ χάρις δικαιοῦσα τὸν ἀσεβῆ, καὶ μώμου παντὸς ἀπαλλάττουσα τοὺς ἠλεημένους. Ὡς γὰρ ὁ πάνσοφος Παῦλός φησι, «Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων;» Ἀμνησικακοῦντος δὲ τοῦ πάντων Δεσπότου, τίς ἡμῖν ὀνειδίσει τῶν ἐν ἀγνοίᾳ πταισμάτων τὸν ῥύπον; Ἐπιλήσῃ τοίνυν, φησὶν, αἰσχύνην αἰώνιον (ἀντὶ τοῦ, μακρὰν), καὶ τὸ ὄνειδος τῆς χηρείας σου οὐ μὴ μνησθήσῃ. Ὄνειδος δὲ χηρείας, τὸ μηδένα τρόπον καρποφορῆσαι Θεῷ τοὺς ἐξ ἐθνῶν ἰσχύσαι ποτὲ, καθ' ὃν ἐπλανῶντο καιρόν. Οὐ γὰρ ἦν παρ' αὐτοῖς, ὡς ἔφην, ὁ ἐξ οὐρανοῦ νυμφίος, ὁ πνευματικῆς εὐκαρπίας δοτὴρ, ὁ σπερμάτων ἀγαθῶν ἐντιθεὶς ἀφορμὰς ἑκάστῃ ψυχῇ. Καὶ γοῦν ἐν παραβολαῖς εὐαγγελικαῖς τοιοῦτον ἡμῖν ἑαυτὸν διαδείκνυσι, λέγων· «Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ.» Τίνα δὲ τρόπον ἀφανισθήσεται τὸ ὄνειδος τῆς χηρείας αὐτῆς, διατρανοῖ λέγων, ὅτι Κύριος ὁ ποιῶν σε, Κύριος Σαβαὼθ ὄνομα αὐτῷ. Τὸ δὲ, Ποιῶν σε, φησὶν, ἀντὶ τοῦ, κτίζων σε, καὶ μεταμορφῶν εἰς ἑτερότροπον πολιτείαν, καὶ εἰς εὐσχήμονα ζωήν· μετα-