Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1200
Not analysed yet
στοιχειούμεθα γὰρ ἐν Χριστῷ εἰς καινότητα ζωῆς ἁγίας καὶ εὐαγγελικῆς, ἀναβαίνοντες εἰς εὐμορφίαν αὐτοῦ διὰ πνεύματος, ὥστε καὶ ἑτέρους ἡμᾶς ἐξ ἑτέρων ὁρᾶσθαι λοιπόν. Ἔφη γοῦν περὶ τῶν ἐθνῶν διὰ φωνῆς Ἰεζεχιὴλ, ὅτι «Καὶ ἐκσπάσω τὴν καρδίαν αὐτῶν τὴν λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην τοῦ εἰδέναι αὐτοὺς ἐμὲ, ὅτι ἐγὼ Κύριος.» Ἐρχομένην δὲ γενεὰν καὶ λαὸν κτιζόμενον τοὺς ἐξ ἐθνῶν ἐπιστρέφοντας ὀνομάζει πλεισταχοῦ. Καὶ ὁ θεσπέσιος Παῦλος· «Ἡμεῖς δὲ πάντες,» φησὶν, «ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου πνεύματος.» Ἔκτισε τοίνυν ἡμᾶς ὁ Χριστὸς, ἤτοι τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι πρὸς τὸν Πατέρα. Καὶ γοῦν προστετάγμεθα τὸν μὲν παλαιὸν ἄνθρωπον ἀποθέσθαι, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, ἐνδύσασθαι δὲ τὸν νέον τὸν ἀνακαινούμενον κατ' εἰκόνα τοῦ κτίσαντος αὐτὸν, δῆλον δὲ ὅτι Χριστοῦ. Ἐγὼ τοίνυν εἰμὶ Κύριος Σαβαὼθ ὁ ποιῶν σε, φησὶ, τουτέστιν ὁ κτίζων καὶ ἀναμορφῶν. Ἵνα δὲ μὴ ἀπιστῆται πρός τινων διὰ τὸ μεγαλοπρεπὲς τοῦ πράγματος, Κύριον τῶν δυνάμεων ἑαυτὸν ὀνομάζει πάλιν, χρησίμως τε καὶ ἀναγκαίως. Τίς δὲ καὶ ὁ τῆς μεταμορφώσεως, ἤγουν ὁ τοῦ ἀνακτίζεσθαι καιρὸς, διεσάφησε λέγων, ὅτι Ὁ ῥυσάμενός σε, αὐτὸς Θεὸς Ἰσραὴλ πάσῃ τῇ γῇ κληθήσεται. Πηνίκα δὲ ὅλως καὶ τοῦτο κατώρθωται; κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν δηλονότι. Βεβασίλευκε γὰρ ὁ Χριστὸς ἐπὶ πάντα τὰ ἔθνη, καὶ τοῦτο διδάσκει λέγων ὁ Προφήτης· Καὶ ἔσται Κύριος εἷς, καὶ ὄνομα αὐτοῦ ἓν κυκλοῦν πᾶσαν τὴν γῆν. Πάλαι μὲν γὰρ ἦν κατὰ μόνην τὴν Ἰουδαίαν γνωστὸς ὁ Θεός. Ἐπειδὴ δὲ κέκληται διὰ πίστεως εἰς ἐπίγνωσιν αὐτοῦ τῶν ἐθνῶν ἡ πληθὺς, αὐτῷ λοιπὸν κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται· ὅτι Κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ Πατρός. Θεὸς οὖν ἄρα ἐν πάσῃ τῇ γῇ κληθήσεται ὁ ῥυσάμενος ἡμᾶς, καὶ τῆς τοῦ διαβόλου σκαιότητος ἐξελὼν, καὶ τοῖς ἰδίοις σκήπτροις ὑπενεγκών. Καὶ τοῦτο διδάσκει λέγων ὁ μακάριος Δαβὶδ, ποτὲ μὲν, ὅτι «Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ· ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν·» ποτὲ δὲ πάλιν, «Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ.» Οὐχ ὡς γυναῖκα ἐγκαταλελειμμένην καὶ ὀλιγόψυχον κέκληκέ σε Κύριος, οὐδὲ ὡς γυναῖκα ἐκ νεότητος μεμισημένην, εἶπεν ὁ Θεός· Χρόνον μικρὸν κατέλιπόν σε, καὶ μετὰ ἐλέους μεγάλου ἐλεήσω σε. Ἐν θυμῷ μικρῷ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπὸ σοῦ, καὶ ἐν ἐλέει αἰωνίῳ ἐλεήσω σε, εἶπεν ὁ ῥυσάμενός σε Κύριος. Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ καταλελειμμένην γυναῖκα τὴν ἐπί τισιν αἰτίαις ἐκβεβλημένην ἀποκαλεῖν, ᾗ προσεῤῥίπτετο κατὰ τὸν Μωσέως νόμον καὶ βιβλίον ἀποστασίου παρὰ τοῦ συνοικοῦντος αὐτῇ, μεμισημένην δὲ πάλιν ἐπ' ἀκοσμίᾳ καὶ ἀσέμνῳ ζωῇ διαβεβλημένην. ᾟπερ ἂν πρέποι καὶ τὸ τῆς ὀλιγοψυ-