Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.121
Not analysed yet
κρότος, καὶ πᾶν εἶδος αἰσχρῶν ἐπιτηδευμάτων, καὶ πρόκλησις τοῖς ὁρῶσιν εἰς ἀκαθαρσίαν. Κατ' ἐκεῖνο δὴ οὖν τοῦ καιροῦ ταπεινώσει, φησὶν, ὁ Θεὸς ἀρχούσας θυγατέρας Σιὼν, καὶ ἀποκαλύψει τὸ σχῆμα αὐτῶν, τοῦτ' ἔστιν, ἢ περιελεῖ τὸν κόσμον, ἢ τὴν αἰσχύνην καταθήσει φανεράν. Ἔσται δὲ τοῦτο, ὅταν ἔρημαι καὶ γυμναὶ κόσμου παντὸς καὶ περιβολῆς ἀποδεδειγμέναι ταῖς τῶν πολεμίων ἐναλοῖεν χερσὶν, δοῦλαι καὶ αἰχμάλωτοι, καὶ ἁπάσης ἔμπλεοι ταλαιπωρίας. Καὶ ἀφελεῖ Κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν, καὶ τοῦ κόσμου αὐτῶν· καὶ τοὺς κοσύμβους αὐτῶν, καὶ τὰ ἐμπλόκια, καὶ τοὺς μηνίσκους, καὶ τὸ κάθεμα, καὶ τὸν κόσμον τοῦ προσώπου αὐτῶν, καὶ τὴν σύνθεσιν τῆς δόξης τοῦ κόσμου αὐτῶν, καὶ τοὺς χλιδῶνας, καὶ τὰ ψέλλια, καὶ τὸ ἐμπλόκιον, καὶ τὰ περιδέξια, καὶ τοὺς δακτυλίους, καὶ τὰ ἐνώτια, καὶ τὰ περιπόρφυρα, καὶ τὰ μεσοπόρφυρα, καὶ τὰ ἐπιβλήματα, καὶ τὰ μετὰ τὴν οἰκίαν, καὶ τὰ διαφανῆ λακωνικὰ, καὶ τὰ βύσσινα, καὶ τὰ ὑακίνθινα, καὶ τὰ κόκκινα, καὶ τὴν βύσσον, σὺν χρυσίῳ, καὶ ὑακίνθῳ συγκαθυφασμένα, καὶ θέριστρα κατάκλιτα. Ἀποκαλυφθήσεσθαι λέγων ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸ σχῆμα αὐτῶν δίεισιν ἀκριβῶς, καὶ τίνα δὴ τρόπον τὸ σχῆμα αὐταῖς συμβήσεται. Ὅτι γὰρ ἐν ἐνδείᾳ καὶ ἀποβολῇ πάντων ἔσονται τῶν ἐξιτήλως ἐξηυρημένων, καὶ τῆς ἀρχαίας ἐκείνης εὐημερίας καὶ τρυφῆς προσαναπείθει προστιθεὶς, ὅτι παντὸς ἔσονται κόσμου γυμναὶ, τοὺς κοσύμβους ἀποβαλοῦσαι, μηνίσκους τε καὶ τὸ κάθεμα, καὶ τὰ τούτοις συνημμένα. Δι' ὧν ἔστιν ἰδεῖν ἀκορέστως ἐχούσας εἰς ὡραϊσμοὺς, καὶ εἰς φρόνημα τὸ φιλόκοσμον, μᾶλλον ἤδη τὸ φιλόπορνον. Γυναιξὶ μὲν γὰρ ταῖς ἀγαθαῖς τὴν φρένα, καὶ κοσμιότητος φίλαις ἐχθρά που πάντως ἐστὶ τὰ τοιάδε τῶν ἐπιτηδευμάτων, καὶ τὰ δι' ὧν ἂν εἶεν ἐν ἀσέμνῳ σχήματι φευκτὰ καὶ μεμισημένα, τέθεινται δὲ μᾶλλον, τὸ δεῖν ἐπαινεῖσθαι διὰ πράξεων ἀγαθῶν. Ταῖς γε μὴν ἑταίραις αἷς ἂν ὁρῷτο φίλον τὸ ἑταιρίζεσθαι καὶ πασχητιᾷν πρὸς πᾶν τοὐναντίον μετακεχώρηκεν ὁ νοῦς, καὶ τὰ τῆς προθυμίας αὐταῖς ἐξ ἀντιστρόφου φέρεται. Ἐν σπουδῇ δὲ πάσῃ τὸ ὡραΐζεσθαι, καὶ πανταχόθεν συλλέγειν τὰ εἰς τοῦτο χρήσιμα. Καὶ πρέποι ἂν ἑκάστῃ τῶν τοιούτων ἀκούειν· Ἀνεπτερωμένη δέ ἐστι καὶ ἄσωτος. Μέμνηται δὲ τῆς οὕτως ἀσέμνου καὶ σεσοβημένης καὶ ὁ Σολομὼν λέγων· «Τὴν γυναῖκα ἥτις ἐστὶ θήρευμα καὶ σαγῆναι καρδία αὐτῆς, δεσμὸς εἰς χεῖρας αὐτῆς· ἀγαθὸς πρὸ προσώπου Θεοῦ ἐξαιρεθήσεται ἀπ' αὐτῆς, καὶ ἁμαρτάνων συλληφθήσεται ἐν αὐτῇ.» Καὶ ταυτὶ μὲν ἡμῖν εἴς γε τὸ παρὸν εἰρήσεται περὶ γυναικῶν ἀσέμνων καὶ πονηρῶν. Ἰστέον δὲ ὅτι διὰ φωνῆς Ἰεζεχιὴλ, πρὸς τὴν Ἰουδαίων Συναγωγὴν διαλέγεται Θεὸς, ὡς πρὸς μίαν γυναῖκα· ἣν καὶ κόσμῳ ποικίλῳ κατακαλλῦναί φησιν. Ἔχει δὲ οὕτω περὶ αὐτῆς γεγραμμένα· «Καὶ διεπέτασα τὰς πτέρυγάς μου ἐπὶ σὲ, καὶ ἐκάλυψα τὴν ἀσχημοσύνην σου, καὶ ὤμοσά σοι. Καὶ εἰσῆλθον ἐν διαθήκῃ μετὰ σοῦ, λέγει Ἀδωναῒ Κύριος, καὶ ἐγένου μοι, καὶ ἔλουσά σε ἐν ὕδατι, καὶ ἀπ-