Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1201
Not analysed yet
χίας αἰτίαμα, ὡς οὐ δυναμένῃ διακαρτερεῖν, καὶ τῶν γαμικῶν ἀνέχεσθαι ζυγῶν, ἢ μεθισταμένην ἐφ' ἃ μὴ θέμις, καὶ ὀλιγώρως ἔχουσαν περὶ τὸ πληροῦν τὰ ὅσαπέρ ἐστι τελοῦντα πρὸς εὐκοσμίαν. Τοιαύτη τις γέγονεν ἡ τῶν Ἰουδαίων Συναγωγὴ περὶ τὸν τῶν ὅλων κρατοῦντα Θεόν. Προσηγάγετο μὲν γὰρ αὐτὴν πρὸς οἰκειότητα πνευματικὴν διὰ τοῦ πανσόφου Μωσέως, καὶ ὥς τινα γυναῖκα πορνεύσασαν ἐν Αἰγύπτῳ, διά γε τοῦ τὰ αὐτῶν ἑλέσθαι φρονεῖν, καὶ αὐτόθι λατρεῦσαι θεοῖς, μονονουχὶ καὶ εἰσοικισάμενος. Εἶτα τοῖς ἀρχαίοις τέλμασιν ἐγκαταπηδήσασαν, καὶ παλινδρομεῖν ἐθέλουσαν εἰς ἀπόστασιν (προσκεκύνηκε γὰρ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν), ἀπεώσατό τε καὶ ἀλλοτρίαν ἀπέφηνε τῆς πρὸς αὐτὸν οἰκειότητος, καὶ ὥς τινα γυναῖκα μεμισημένην καὶ ὀλιγόψυχον, ἔξοικον ἐποιήσατο. Καὶ γοῦν ἔφη δι' ἑνὸς τῶν ἁγίων προφητῶν πρὸς τοὺς ἐξ αἵματος Ἰσραήλ· «Κρίθητε πρὸς τὴν μητέρα ὑμῶν, κρίθητε, ὅτι αὕτη οὐ γυνή μου, κἀγὼ οὐκ ἀνὴρ αὐτῆς. Καὶ ἐξαρῶ τὴν πορνείαν αὐτῆς πρὸ προσώπου μου, καὶ τὴν μοιχείαν αὐτῆς ἐκ μέσου τῶν μαστῶν αὐτῆς, καὶ ἀποκτενῶ αὐτὴν ἐν δίψει, καὶ τὰ τέκνα αὐτῆς οὐ μὴ ἐλεήσω, ὅτι τέκνα πορνείας ἐστίν· ὅτι ἐξεπόρνευσεν ἡ μήτηρ αὐτῶν, κατῄσχυνεν ἡ τεκοῦσα αὐτά.» Ὁποῖος δὲ γέγονεν αὐτῇ τῆς πορνείας ὁ τρόπος, διεσάφησε λέγων διὰ φωνῆς Ἰεζεχιήλ· «Υἱὲ ἀνθρώπου, οὐ κρινεῖς τὴν Ὀολὰν καὶ τὴν Ὀολιβὰν (τουτέστι τὴν Ἱερουσαλὴμ καὶ τὴν Σαμάρειαν), καὶ ἀναγγελεῖς αὐταῖς τὰς ἀνομίας αὐτῶν, ὅτι ἐμοιχῶντο, καὶ αἷμα ἐν ταῖς χερσὶν αὐτῶν; [Τὰ ἐνθυμήματα αὐτῶν] ἐμοιχῶντο· καὶ τὰ τέκνα αὐτῶν, ἃ ἐγέννησάν μοι, διήγαγον αὐτοὶ δι' ἐμπύρων. Ἕως καὶ ταῦτα ἐποίησάν μοι· Τὰ ἅγιά μου ἐμίαναν, καὶ τὰ Σάββατά μου ἐβεβήλουν, καὶ ἐν τῷ σφάζειν αὐτοὺς τὰ τέκνα αὐτῶν τοῖς εἰδώλοις αὐτῶν, καὶ εἰσεπορεύοντο εἰς τὰ ἅγιά μου τοῦ βεβηλοῦν αὐτά.» Ἦσαν μὲν γὰρ ἐν τῇ Σαμαρείᾳ δέκα φυλαὶ, καὶ τὸ ἥμισυ φυλῆς Ἐφραΐμ· ἐν δέ γε τοῖς Ἱεροσολύμοις Ἰούδα φυλὴ, καὶ τὸ ἥμισυ φυλῆς Βενιαμίν· ἀλλ' οὗτοί τε κἀκεῖνοι δεδυσσεβήκασιν οὐ μετρίως, μᾶλλον δὲ εἰς λῆξιν ἁπάσης ἐμβροντησίας ἀκαθέκτοις ὁρμαῖς διελάσαντες, τὰ ἐνθυμήματα αὐτῶν ἐμοιχῶντο· τουτέστιν, Ἅπερ ἐπένθησαν αὐτοὶ εἴδωλα, ταῦτα μοιχείας ὥσπερ τινὸς καὶ πορνείας νοητῆς ἐποίουν πρόφασιν, ἀποστήσαντες ἑαυτῶν τὰς καρδίας τοῦ ἐν τάξει γυναικὸς παραλαβόντος Θεοῦ. Καὶ γοῦν ἔφη πρὸς τὴν τῶν Ἰουδαίων Συναγωγὴν ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς Ἱερεμίου· «Ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας· οὐχ ὡς οἶκόν με ἐκάλεσας, καὶ πατέρα, καὶ ἀρχηγὸν τῆς παρθενίας σου;» Ἐκπορνεύσασαν τοίνυν τὴν τῶν Ἰουδαίων μητέρα, καταλελειμμένην γυναῖκα, καὶ ὀλιγόψυχον, ἐκ νεότητος μεμισημένην εἰκότως ἀποκαλεῖ· διαλέγεται δὲ πρὸς τὰ ἔθνη, καί φησιν οὐχ οὕτω κεκλῆσθαι καὶ αὐτὰ πρὸς ἐπίγνωσιν τοῦ Χριστοῦ, καθάπερ ἀμέλει καὶ ἡ καταλελειμμένη, καὶ ὀλιγόψυχος, καὶ ἐκ νεότητος μεμισημένη κέκληται