Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1204
Not analysed yet
γυνή. Πλείστη γὰρ ὅση τῆς κλήσεως ἡ διαφορά. Τῇ μὲν γὰρ Ἰουδαίων Συναγωγῇ καὶ πόρωσις ἀπὸ μέρους γέγονε, καθά φησιν ὁ πάνσοφος Παῦλος· ἐσκοτίσθησαν δὲ καὶ οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, συνεκάμφθη δὲ καὶ τὰ νῶτα, τουτέστι, τὸν νοῦν ἐσχήκασιν ἀεὶ κάτω βλέποντα, καὶ τοῖς γηΐνοις ἐνορῶντα πράγμασι. Τοῖς γε μὴν ἐξ ἐθνῶν οὐδὲν συνέβη τοιοῦτον. Οὐ γὰρ ἐσκοτίσθησαν αὐτῶν οἱ ὀφθαλμοὶ, ἀλλ' ἐφωτίσθησαν μᾶλλον, καὶ οὐ συνεκάμφθη τὸν νῶτον, ἀλλ' ὠρθώθη νοητῶς, ἀλλ' οὐδὲ σέσωσται καὶ παρ' αὐτοῖς τὸ κατάλειμμα τοῦ παντὸς, καθὰ καὶ ἐν τῷ Ἰσραήλ· πᾶσα δὲ μᾶλλον αὐτῶν ἡ πληθὺς σεσαγήνευται διὰ Χριστοῦ, καὶ ἐκομίσθη πρὸς σωτηρίαν, καὶ τῶν τῆς πλάνης αἰτιαμάτων ἀπήλλακται, καὶ τῶν τῆς ἁμαρτίας βρόχων διέδρα τὴν ἐπήρειαν. Κέκληται τοίνυν οὐχ οὕτως, ὡς ἡ ἀπόβλητος καὶ μεμισημένη γυνή. Ἀλλ', Εἰς χρόνον μικρὸν, φησὶ, κατέλιπόν σε, καὶ μετὰ ἐλέους μεγάλου ἐλεήσω σε. Ἐν μὲν γὰρ ταῖς παρῳχημέναις γενεαῖς, καθά φησιν ὁ Χριστοῦ μαθητὴς, συγκεχώρηκε Θεὸς τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν· καὶ τοῦτο, οἶμαι, ἐστὶν ἡ ἐγκατάλειψις ἡ εἰς χρόνον μικρόν. Εἰ γὰρ καὶ δοκεῖ πως εἰς μακροὺς γενέσθαι καιροὺς, ἀλλὰ καὶ οὕτω συστέλλεται πρὸς τὸ βραχύ. Πολλαπλασίων ἄρα ὁ τοῦ ἐλέους καιρὸς, καὶ εἰς ἀπεράντους αἰῶνας τρέχει. Οὕτω συνήσεις καὶ τὸ ἐφεξῆς, τουτέστιν, Ἐν θυμῷ μικρῷ ἀπέστρεψα τὸ πρόσωπον μου ἀπὸ σοῦ, καὶ ἐν ἐλέει αἰωνίῳ ἐλεήσω σε· βραχὺς γὰρ καὶ συνεσταλμένος τῆς ὀργῆς ὁ καιρὸς, ὡς πρός γε τὸ μῆκος τῆς ἀκαταλήκτου φιλανθρωπίας τῆς δοθείσης ἡμῖν παρὰ Θεοῦ· ὃς δὴ καὶ ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ ἐν φωτί. Ἔλεος δὲ μέγα τὸ διὰ Χριστοῦ νοοῖτο ἂν εἰκότως, ὃ καὶ παντὸς ἀπαλλάττει ῥύπου, κολάσεώς τε καὶ δίκης ἐκφέρει, καὶ ἀνακομίζει πρὸς οἰκειότητα τὴν πρὸς αὐτὸν δι' ἁγιασμοῦ, καὶ τοῖς τῆς υἱοθεσίας αὐχήμασι στεφανοῖ, καὶ τῆς τῶν οὐρανῶν βασιλείας καθίστησι κληρονόμους. Ἀπὸ τοῦ ὕδατος τοῦ ἐπὶ Νῶε τοῦτό μοί ἐστιν· ὅτι ὤμοσα αὐτῷ ἐν τῷ χρόνῳ ἐκείνῳ τῇ γῇ, μὴ θυμωθήσεσθαι ἐπὶ σοὶ ἔτι, μηδὲ ἐν ἀπειλῇ σου τὰ ὄρη μεταστήσεσθαι, οἱ δὲ οἱ βουνοὶ οὐ μετακινηθήσονται. Οὕτως οὐδὲ σοὶ τὸ παρ' ἐμοῦ ἔλεος ἐκλείψει, οὐδὲ ἡ διαθήκη τῆς εἰρήνης μου οὐ μὴ μετασταθῇ. Ἐν ταῖς Μωσέως βίβλοις γέγραπται σαφῶς, ὡς ἁπάσης τῆς γῆς ἀπονευσάσης εἰς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ, καὶ ἀσχέτως κατενηνεγμένης εἰς πολύτροπον ἁμαρτίαν, καὶ τοῖς τῆς φιλοσαρκίας ἐμπαρείσης τέλμασιν· ὁ ἐπὶ πάντων Θεὸς, ἐπ' αὐτοῖς δὴ τούτοις εἰκότως λελυπημένος, «Οὐ μὴ καταμείνῃ, «φησὶ,» τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας,» τουτέστιν, ἐν μόνῳ φρονήματι σαρκικῷ· βδελυρὸν δὲ τοῦτο καὶ ἀπηχθημένον αὐτῷ, καὶ ἀκαθαρσίας ἁπάσης ἔμπλεων. Ταύτῃτοι, καθά φησι τοῦ Σωτῆρος ὁ μαθητὴς, «Καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ἄρδην δὲ πάντας ἀπολώλεκε, κατα-