Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1205
Not analysed yet
κλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας·» σέσωσται δὲ πανοικὶ μόνος ὁ Νῶε, ξένιον εὐπειθείας καὶ ὑπακοῆς τὸ χρῆμα κερδαίνων. Ἐπειδὴ δὲ λωφήσαντος τοῦ κατακλυσμοῦ, καὶ τῆς τῶν ὑδάτων πληθύος συνεσταλμένης, ἐξῆλθε τῆς κιβωτοῦ, τέθυκέ τε καὶ ὠσφράνθαι φησὶν αὐτὸν ὀσμὴν εὐωδίας τὸ Γράμμα τὸ ἱερόν· εἶτα τῷ δικαίῳ κατεπαγγείλασθαι τὸ μηκέτι κατακλυσμὸν ἐπάξειν ὅλῃ τῇ γῇ. Οὐκοῦν ἀπὸ τοῦ ὕδατος τοῦ ἐπὶ Νῶε, φησὶ, τοῦτό μοί ἐστι, τουτέστιν, ὡρίσθη τοῦτο, καὶ κεκράτηκε παρ' ἐμοὶ τὸ μηκέτι θυμωθήσεσθαι πάσῃ τῇ γῇ, μήτε μὴν τοῖς ἀνθρωπίνοις φιλονεικῆσαι πταίσμασι, καὶ μίαν κατὰ πάντων ὁρίσαι δίκην. Ὑπεμφαίνει δὲ διὰ τούτων τῶν λόγων, ὅτι καὶ ἐν καιρῷ καθ' ὃν ἐπέλαμψεν ἐν τῷ κόσμῳ Χριστὸς, ἀπάσης ὥσπερ τοῖς τῆς ἀπάτης βρόχοις ἐνειλημμένης, καὶ πάντων ἐκκεκλικότων, καὶ τὸν μὲν φύσει Θεὸν οὐκ εἰδότων, λελατρευκότων δὲ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, καὶ ταῖς τῶν δαιμονίων ἀγέλαις ὑπεζευγμένων, θείᾳ ψήφῳ πάντας ἐχρῆν τὴν ἀρχαίαν ἐκείνην ὑπομεῖναι κόλασιν. Ἔνθα γὰρ ὅλως ἰσοπαλῆ τὰ ἐγκλήματα, ἐκεῖ που πάντως εἴη ἂν οὐκ ἀπεοικὸς τὸ ἰσοῤῥόπως κολάζεσθαι τοὺς κατεγνωσμένους. Ἀλλὰ παρίημι τοῦτο, φησὶ, καὶ μένει βέβαιον παρ' ἐμοὶ τὸ ἐπηγγελμένον· ὥσπερ δέ φησιν· Οὐκ ἂν ἐν θυμῷ μεταστήσαιμι τὰ ὄρη, οὐδ' ἂν σαλεύσαιμι τοὺς βουνοὺς, τουτέστιν, οὐκ εἰς ἕτερόν τι σχῆμα μεταβαλῶ τὴν γῆν, οὐδὲ πρόωρον ἐποίσω τὴν καινουργίαν αὐτῇ· οὕτως οὐδὲ τὸ παρ' ἐμοῦ σοι ἔλεος ἐκλείψει, οὐδὲ ἡ διαθήκη τῆς εἰρήνης μου οὐ [μὴ] μετασταθῇ· ὁ δὲ τῆς εἰρήνης βραβευτὴς, καὶ τῆς διαθήκης εἴη ἂν ἕτερος οὐδεὶς παρὰ τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν· αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, κατὰ τὰς Γραφὰς, καὶ τὴν πρὸς αὐτὸν οἰκειότητα τὴν πνευματικὴν πλουτοῦντες ἐμπεπλήσμεθα παντὸς ἀγαθοῦ. Καὶ τοῦτο ἦν ἄρα τὸ διὰ Ἡσαΐου σαφῶς εἰρημένον πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· «Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν.» Οὐκοῦν ἐν Χριστῷ διαθήκην εἰρήνης κεκερδήκαμεν τὴν παρὰ τοῦ Θεοῦ· καὶ Πατρός· συνήφθημεν γὰρ αὐτῷ διὰ μέσου τοῦ Χριστοῦ, καὶ αὐτὸς τὴν διασπάσασαν ἡμᾶς ἐκ μέσου τέθεικεν ἁμαρτίαν, ἵνα μηδὲν κέοιτο τοῖς πρὸς Θεὸν ἰοῦσιν ἐμποδών. Γέγραπται γοῦν, ὅτι «Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν,» τρεχόντων δηλονότι κατ' οἰκειότητα τὴν πρὸς Θεὸν μεσιτευούσης εἰς τοῦτο τῆς ἁπάντων εἰρήνης, δῆλον δὲ ὅτι Χριστοῦ. Εἶπε γὰρ Κύριος, Ἵλεώς σοι. Ταπεινὴ καὶ ἀκατάστατος οὐ παρεκλήθης. Ἀγαθὸς ὢν φύσει καὶ ἀσυγκρίτως φιλάνθρωπος ὁ τῶν ὅλων Θεὸς, ἀφορμὰς ἀεί πως συλλέγει πρός γε τὸ δεῖν ἀμνησικάκως χάριτι δικαιοῦν τοὺς ἡμαρτηκότας. Οὐ γὰρ βούλεται τὸν θάνατον τοῦ ἁμαρτωλοῦ μᾶλλον, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ τῆς πονηρᾶς, καὶ ζῇν αὐτόν. Οὐκοῦν αὐτὸς ὁ τῶν ὅλων Θεὸς ἵλεως ἔσται σοι, φησί. Καὶ διὰ ποίαν αἰτίαν; Πρῶτον, ὅτι Χριστός ἐστι καὶ ἐπιεικὴς, ἀγαθός τε καὶ πολυέλεος· εἶτα ὅτι γέγονας ταπεινὴ καὶ ἀκατάστατος. Ἔνεστι δὲ ταῦτα ἰδεῖν ταῖς τῶν πλανωμένων