Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1208
Not analysed yet
διανοίαις, καθάπερ τινὰ νόσον ἐνσκήψαντα. Ταπειναὶ γὰρ λίαν, τουτέστι χθαμαλαὶ καὶ πεπατημέναι, καὶ οἷον χαμαιῤῥιφεῖς αὗται, καὶ τοῖς ἐθέλουσιν ἐγκεῖσθαι πρὸς καταπάτημα, τῆς τῶν ἁγίων καρδίας ὡς οὐχ οὕτως ἐχούσης ποθέν. Οὐ γάρ εἰσι βάσιμοι ταῖς τῶν δαιμονίων ἐφόδοις, ἀνῳκισμέναι δὲ ὥσπερ καὶ ταῖς ἐκτόποις τῶν ἐπιθυμιῶν ὑποκεῖσθαι μὴ ἀνεχόμεναι. Ταπεινὴ δὲ, ὡς ἔφην, ἡ τῶν πλανωμένων καρδία, καὶ πρός γε τούτῳ καὶ ἀκατάστατος, διά τοι τὸ μεθύειν τρόπον τινὰ, καὶ κατασείεσθαι πρὸς ἐπιθυμίας τὰς τῷ θείῳ νόμῳ διαβεβλημένας, καὶ ταῖς εἰς φαυλότητα ψήφοις καταδεδικασμένας. Περιφέρονται γὰρ ὥσπερ παντὶ πνεύματι, καὶ καθά φησιν ὁ Παροιμιαστὴς, ῥεμβασμὸν ἐπιθυμιῶν ὑπομένουσιν. Ὅπερ παθοῦσαν τὴν Ἱερουσαλὴμ, διὰ τὸ προσνεῦσαι ταῖς τῶν δαιμονίων ἀπάταις, ᾐτιᾶτο λέγων ὁ τῶν ὅλων Θεός· Ἐν' ἐπιθυμίαις ψυχῆς αὐτῆς ἐπνευματοφορεῖτο. Πνευματοφορουμένη δὲ ψυχὴ, πάντως που καὶ ἀκατάστατος. Καὶ γοῦν οἱ Θεῷ προσκείμενοι φεύγουσι τὴν νόσον, ὡς ὀλέθρου πρόξενον, καὶ δὴ καὶ χαριστηρίους ᾠδὰς ἀναφέρουσιν, ὡς ἀπηλλαγμένοι τοῦ κακοῦ· φασὶ γὰρ, ὅτι «Ἔστησεν ἐπὶ τὴν πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.» Εἴρηται δὲ παρὰ Θεοῦ καὶ πρὸς τὴν τῶν Ἰουδαίων μητέρα· «Στῆσον σεαυτὴν, Σιών.» Καὶ μὴν καὶ ὁ πάνσοφος Παῦλος ἐπιστέλλει τισίν· «Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ.» Ἔξω δὴ οὖν τῶν ἁγιοπρεπῶν αὐχημάτων ἡ τῶν πλανωμένων ψυχή. Καὶ γάρ ἐστιν ἀκατάστατος. Ἐπειδὴ δὲ οἰκτίρμων ἐστὶν, ὡς ἔφην, ὁ τῶν ὅλων δημιουργὸς, ὑπεραπολογεῖται τρόπον τινὰ τῆς τοῦτο παθούσης, καί φησιν· Οὐ παρεκλήθης. Τοῖς μὲν γὰρ ἐξ Ἰσραὴλ πλείστη γέγονε παρὰ Θεοῦ παράκλησις, εἰς εὐρωστίαν αὐτοὺς ἀναφέρουσα τὴν πνευματικὴν, καὶ τὴν τοῦ χρησίμου καὶ ἀναγκαίου πρὸς σωτηρίαν εἰσφέρουσα γνῶσιν. Δέδοται γὰρ αὐτοῖς νόμος ὁ διὰ Μωσέως, καὶ προφητῶν ἁγίων ἀνεδείχθη χορὸς, τοῖς ἐξ οὐρανοῦ νάμασιν ἐπικλύζων αὐτοὺς, καὶ παράκλησιν ἀφθονοτάτην ὑετοῦ δίκην καθιέντος αὐτοῖς τοῦ Θεοῦ· τοῖς γε μὴν ἔθνεσι προσλελάληκεν οὐδεὶς τῶν ἁγίων παντελῶς· οὔτε γὰρ πεπαιδαγώγηται νόμῳ τῷ διὰ Μωσέως, ἀπείρατοι δὲ παντελῶς καὶ προφητικῶν μεμενήκασι λόγων. Οὐκοῦν οὐ παρεκλήθη. Καὶ τοῦτο δέδεικται σαφῶς διὰ τῆς εὐαγγελικῆς παραβολῆς· ἔφη γάρ που Χριστὸς, ὡς ὁ μισθούμενος τοὺς ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ, πέπραχε μὲν τοῦτο περὶ πρώτην, καὶ τρίτην, ἕκτην τε, καὶ ἐννάτην ὥραν. Περὶ δέ γε τὴν ἑνδεκάτην ὥραν, εὐρὼν ἑτέρους ἑστῶτας ἀργοὺς, ἔφη πρὸς αὐτούς· «Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί;» Οἱ δὲ πρὸς τοῦτο ἔφασαν τὸ «Οὐδεὶς ἡμᾶς ἐμισθώσατο.» Ἐκάλεσε γὰρ οὐδεὶς τῶν ἐθνῶν τὴν πληθὺν, πλὴν ὅτι μόνος ἐν ἐσχάτοις καιροῖς ὁ τοῦ ἀμπελῶνος Δεσπότης. Ἰδοὺ ἐγὼ ἑτοιμάζω σοι ἄνθρακα τὸν λίθον, καὶ τὰ θεμέλιά σου σάπφειρον, καὶ θήσω τὰς ἐπάλξεις σου ἴασπιν, καὶ τὰς πύλας σου λίθους κρυστάλλου, καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτοὺς, καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς Θεοῦ, καὶ ἐν πολλῇ εἰρήνῃ τὰ τέκνα σου.