Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1209
Not analysed yet
Ἄθρει δή μοι πάλιν τοῦ λόγου τὸ εὐτεχνὲς, καὶ τῶν ἐννοιῶν τὸ εὐμήχανον. Διαλέγεται μὲν γὰρ ὡς ὅσον οὐδέπω πόλεως ὀφθησομένης τῆς ἐξ ἐθνῶν Ἐκκλησίας μεγαλοπρεποῦς τε καὶ περικαλλεστάτης, λίθοις γε μὴν τοῖς ὅτι μάλιστα διαπρεπεστάτοις ἐξωραϊσμένην ἀποφανθήσεσθαι λέγει. Θήσω γὰρ, φησὶν, ἄνθρακα τὸν λίθον σου. Ἔοικε δὲ διὰ τούτων κατασημαίνειν βούλεσθαι τὸν Ἰησοῦν, ὃν δὴ τεθεῖσθαί φησι τὸ Γράμμα τὸ ἱερὸν εἰς τὰ θεμέλια Σιὼν, εἰς ὃν εἴ τις πιστεύσειεν, οὐ μὴ καταισχυνθῇ. Ἄνθρακα μὲν αὐτὸν ἐν τούτοις ὀνομάζει. Διαμέμνηται δὲ καὶ ἑτέρως αὐτοῦ διὰ προφητῶν ἁγίων. Ἔφη γοῦν διὰ φωνῆς Ἀμώς· «Ἰδοὺ ἐγὼ ἐντάσσω ἀδάμαντα ἐν μέσῳ λαοῦ μου Ἰσραήλ.» Διὰ δέ γε φωνῆς Ζαχαρίου· «Ἰδοὺ ἐπάγω ἐπὶ τὸν δοῦλόν μου ἀνατολήν· διότι λίθος ὃν δέδωκα πρὸ προσώπου Ἰησοῦ, ἐπὶ τὸν λίθον τὸν ἕνα ἑπτὰ ὀφθαλμοί εἰσιν.» Ἔνεστι γὰρ τὰ πανταχοῦ δύνασθαι καθορᾷν τῷ παντεπόπτῃ Χριστῷ. Τέθειται τοίνυν ὁ ἄνθραξ εἰς λίθον καὶ ἀκατάσειστον ὑποβάθραν τῆς πόλεως τῆς ἁγίας. Ἐπ' αὐτῷ δὲ λίθοι σαπφείρου, τάχα που τὸ τῶν ἁγίων ἀποστόλων στῖφος ὑποσημαίνοντες. Ἐγγύτεροι γὰρ οὗτοι Χριστοῦ, καὶ οἷόν τινες θεμέλιοι μετ' αὐτὸν γεγόνασι τῆς ὑπ' οὐρανόν. Οὕτω πού φησιν ὁ Δαβὶδ ἐν ἑπτακαιδεκάτῳ ψαλμῷ, ὅτι «Ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνεκαλύφθησαν τὰ θεμέλια τῆς οἰκουμένης, ἀπὸ ἐπιτιμήσεώς σου, Κύριε, ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς σου.» Ἐπιτημηθέντων γὰρ τῶν ἐξ Ἰσραὴλ, καὶ τῷ πνεύματι τῆς θείας ὀργῆς ὑπενηνεγμένων, ἐπεί τοι πεπαρῳνήκασιν εἰς Χριστὸν, ὤφθησαν αἱ τῶν ὑδάτων πηγαὶ, τουτέστιν ἡ διὰ τοῦ ἁγίου βαπτίσματος κάθαρσις, ἐμφανῆ δὲ γεγόνασι καὶ τὰ θεμέλια τῆς οἰκουμένης, τουτέστι πάλιν οἱ θεσπέσιοι μαθηταὶ ἀπόστολοί τε καὶ εὐαγγελισταί. Θήσω δὲ, φησὶ, καὶ τὰς ἐπάλξεις σου ἴασπιν, καὶ τὰς πύλας σου λίθους κρυστάλλου, καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτούς. Ἐπάλξεις, καὶ πύλας, καὶ περίβολον ὀνομάζων τῶν ἁγίων μυσταγωγῶν τὸ θεοφιλὲς, καὶ σοφώτατον σύστημα, οἳ καὶ προμαχῶνές εἰσι καὶ πύλαι τῆς πόλεως τῆς ἁγίας, περίβολοί τε καὶ τεῖχος. Μάχονται μὲν τοῖς πολεμεῖν ἐθέλουσιν αὐτὴν, ἤτοι τοὺς ἐν αὐτῇ, τουτέστι τὴν τῶν διὰ πίστεως σεσωσμένων πληθὺν ἀντεξάγοντες ἐμφρόνως τοῖς τῶν ἀνοσίων αἱρέσεων εὑρεταῖς, καὶ ταῖς τοῦ διαβόλου δυστροπίαις ἀνθιστάμενοι, καὶ τῶν σεσωσμένων οὐδένα περιπίπτειν που τῆς σκαιότητος συνεχῶς ἐπιτρέποντες, καὶ οἷον ἐν τάξει εἰσκομίζοντες εἰς θεογνωσίαν τοὺς ἐξ ἀπάτης Ἑλληνικῆς, περιφράττοντές τε καὶ περιβάλλοντες νουθεσίαις αὐτοὺς καὶ μυσταγωγίαις, ὥστε καὶ ἀλήπτους εἶναι, καὶ δυνάμεσι πονηραῖς, καὶ βωμολοχίαις ψευδοδιδασκάλων, οἳ τῆς ψευδωνύμου γνώσεως τὸν ἰὸν ἐκχέουσι ταῖς τῶν ἀκεραιοτέρων ψυχαῖς. Ἔθος δὲ τῇ θεοπνεύστῳ Γραφῇ λίθοις πολυτελεστάτοις ἀφομοιοῦν ἔσθ' ὅτε τοὺς τὴν ἁγίαν ἔχοντας ζωὴν, καὶ πολυειδέσιν ἀρεταῖς ἐμπρέποντας. Καὶ γοῦν ἔφη που περὶ τῶν ἀγίων ἀποστόλων, ὅτι