Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1212
Not analysed yet
λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς. Περιεφοίτησαν γὰρ τὴν ὑπ' οὐρανὸν οἱ θεσπέσιοι μαθηταὶ, διακηρύττοντές τε καὶ εὐαγγελιζόμενοι τοῖς ἁπανταχοῦ τῆς διὰ Χριστοῦ σωτηρίας τὴν χάριν. Ἔφη δὲ πάλιν καὶ ὁ προφήτης Ἡσαΐας, ὡς ἐκ προσώπου τοῦ Θεοῦ· «Καὶ ἀπολῶ ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω, καὶ ἔσονται οἱ ἐγκαταλελειμμένοι ἔντιμοι μᾶλλον, ἢ τὸ χρυσίον τὸ ἄπυρον, καὶ ὁ ἄνθρωπος ἔντιμος μᾶλλον, ἢ ὁ λίθος ὁ ἐκ σουφείρ.» Ἀπολώλασι μὲν γὰρ παρανομήσαντες εἰς Χριστὸν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, οἱ δέ γε διὰ πίστεως ἀνασεσωσμένοι, χρυσίου παντὸς καὶ λίθου τιμιώτεροι καταλογισθεῖεν ἂν εἰκότως· ναὶ μὴν καὶ ὁ πάνσοφος Παῦλος, θεμέλιον λέγων Ἰησοῦν τὸν Χριστὸν, τοὺς εἰς αὐτὸν πιστεύσαντας, ὡς λίθους ἐκλεκτοὺς ἐποικοδομεῖσθαί φησιν εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν πνεύματι. Οὐκοῦν τῇ τῶν ἀρίστων πολυειδίᾳ καὶ κάλλει τῷ νοητῷ διαπρέποντας τοὺς ἁγίους μυσταγωγοὺς παρεικάζει λίθοις ταῖς τιμιωτάταις· καὶ τοὺς μὲν εἰς θεμέλια τεθεῖσθαι τῇ ἁγίᾳ πόλει φησὶ, τοὺς δὲ εἰς ἐπάλξεις· ἑτέρους δὲ πυλῶν καὶ περιβόλου χρείαν ἀναπληροῦν. Καὶ ταυτὶ μὲν περὶ τῶν τῆς πόλεως προεστηκότων, ἣν ὁ λόγος ἡμῖν ζωγραφεῖ. Περὶ δέ γε τῶν οἰκούντων αὐτὴν τί ἄρα φησί; Καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς Θεοῦ. Πάλαι μὲν γὰρ διὰ τοῦ πανσόφου Μωσέως καὶ προφητῶν ἁγίων πεπαιδαγώγηκε τὸν Ἰσραήλ. Ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς διδακτοὶ γεγόναμεν Θεοῦ· καὶ τούτου μάρτυς ὁ Παῦλος λέγων· «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ.» Καθηγητὴν γὰρ ἐλάχομεν, οὐ προφήτην τινὰ μεσιτεύοντα, καὶ τοῖς παρὰ Θεοῦ λόγοις διακονοῦντα, καθὰ καὶ πάλαι· αὐτὸν δὲ μᾶλλον τὸν ἐκ Θεοῦ καὶ Πατρὸς γεννηθέντα Λόγον, ἐν εἴδει τῷ καθ' ἡμᾶς γεγονότα, καὶ ἐν σαρκὶ πεφηνότα. Διὰ τοῦτο καὶ ἐν εἰρήνῃ πολλῇ τὰ τῆς Ἐκκλησίας εἰσὶ τέκνα, τῆς μητρὸς ἡμῶν οἰκοδομουμένης ἐν δικαιοσύνῃ. Τοὺς γὰρ ὅλως Θεοῦ διδακτοὺς γεγονότας, καταλωβήσαιτο δ' ἂν οὐδεὶς τῶν κενοφωνεῖν εἰωθότων, εἰρηνεύουσι δὲ πρὸς Θεὸν ἀγάπῃ τῇ πρὸς αὐτὸν συνδούμενα, καὶ τοὺς τῆς δικαιοσύνης τιμῶντα τρόπους· οἰκοδομεῖ δὲ τοῦτο τὴν Ἐκκλησίαν, καὶ τὸ ἀκραδάντως ἔχειν αὐτῇ πραγματεύεται, Χριστοῦ συνασπίζοντος, καὶ τὸ ἀκλονήτως ἔχειν νέμοντος αὐτῇ· Πύλαι γὰρ ᾅδου, φησὶν, οὐ κατισχύσουσιν αὐτῆς. Γέγραπται γὰρ καὶ ἐν βίβλῳ Ψαλμῶν περὶ αὐτῆς· «Καὶ ᾠκοδόμησεν ὡς μονοκέρωτος τὸ ἁγίασμα αὐτοῦ, εἰς τὴν γῆν ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα.» Ἁγίασμα δὲ αὐτοῦ τὴν Ἐκκλησίαν εἶναί φαμεν, ἣ καὶ ἀπόβλητον ἐγείρει τοῖς ἐχθροῖς τὸ κέρας, καὶ καθάπερ ἀμέλει καὶ ὁ μονόκερως τοῖς ἑτέροις τῶν ζώων. Τεθεμελίωται γὰρ εἰς τὸν αἰῶνα παρὰ Χριστοῦ. Ἀπέχου ἀπὸ ἀδίκου, καὶ οὐ φοβηθήσῃ, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι. Ἰδοὺ προσήλυτοι διελεύσονταί σοι δι' ἐμοῦ, καὶ ἐπὶ σὲ καταφεύξονται.