Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.124
Not analysed yet
έπλυνα τὸ αἷμα ἀπὸ σοῦ, καὶ ἔχρισά σε ἐν ἐλαίῳ· καὶ ἐνέδυσά σε ποικίλα, καὶ ὑπέδυσά σε ὑάκινθον, καὶ ἔζωσά σε βύσσῳ· καὶ περιέβαλόν σε τριχάπτῳ· καὶ ἐκόσμησά σε κόσμῳ, καὶ περιέθηκα ψέλλια περὶ τὰς χεῖράς σου, καὶ κάθεμα περὶ τὸν τράχηλόν σου. Καὶ ἔδωκα ἐνώτιον περὶ τὸν μυκτῆρά σου, καὶ τροχίσκους περὶ τὰ ὦτά σου· καὶ στέφανον καυχήσεως περὶ τὴν κεφαλήν σου. Καὶ ἐκόσμησά σε κόσμῳ χρυσῷ καὶ ἀργυρῷ· καὶ τὰ περιβόλαιά σου βύσσινα, καὶ τρίχαπτα, καὶ ποικίλα.» Οὐκοῦν ποικίλῳ μὲν κόσμῳ καταφαιδρύνει Θεὸς τὴν προσοικειουμένην αὐτῷ ψυχὴν, καὶ τοῖς ἐξ ἀρετῶν· αὐχήμασιν πολυτρόπως στεφανοῖ. Ἀλλὰ τοῖς μὲν διασώζουσι τὴν ἑαυτῶν πολιτείαν ἀμώμητον, καὶ διατελοῦσιν ἐν ἁγιασμῷ, τὰ τῆς εὐκοσμίας τῆς νοητῆς ἐν ἐπιδόσεσιν ἔσται μείζοσι, καὶ ἀκράδαντα διαμενεῖ. Τοῖς γε μὴν διαπίπτουσιν ἐφ' ἃ μὴ προσῆκεν ἑτοίμως, καὶ ἀπονεύουσιν ἐλαφρῶς εἰς τὰ τῆς φαυλότητος ἔργα, συμβήσεται πάντως ἐν ἀποβολῇ γενέσθαι παντὸς ἀγαθοῦ, καὶ τῶν πάλαι δεδωρημένων νοσῆσαι τὴν ἐρημίαν. Περιπεσεῖται γὰρ πονηροῖς τε καὶ ἀκαθάρτοις ἐρασταῖς, τοῖς ἄρχουσι τοῦ αἰῶνος τούτου, καὶ τοῖς κοσμοκράτορσι τοῦ σκότους τούτου, τοῖς πνευματικοῖς τῆς πονηρίας, οἳ δὴ μάλιστα τὰς ἐναρέτους θηρῶσι ψυχάς. Τρυφὴ γὰρ αὐτοῖς τὸ καταστρέφειν αὐτάς. Καθάπερ ἀμέλει καὶ τοῖς τῶν πτηνῶν θηρευταῖς, ἀξιόληπτον εἶναί τι τὸ χρῆμα δοκεῖ τὰ τῶν στρουθίων περικαλλέστερα. Γέγραπται δέ που καὶ περὶ τοῦ Σατανᾶ, ὅτι τὰ βρώματα αὐτοῦ ἐκλεκτά. Οὐκοῦν ἀκόλουθον ἡμᾶς ἐγρηγορέναι τε καὶ ἀνδρίζεσθαι μετὰ Θεοῦ, καὶ διαμεμνῆσθαι λέγοντος τοῦ μακαρίου Παύλου, ὥστε· «Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ.» Δεῖ δὲ δὴ πρὸς τούτῳ Θεῷ τῷ πάντα ἰσχύοντι προσιόντας λέγειν ἐν προσευχαῖς· «Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει δύναμιν.» Καὶ ἔσται ἀντὶ ὀσμῆς ἡδείας κονιορτός· καὶ ἀντὶ ζώνης, σχοινίῳ ζώσῃ, καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς τοῦ χρυσίου φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου· καὶ ἀντὶ τοῦ χιτῶνος τοῦ μεσοπορφύρου, περιζώσῃ σάκκον. Καὶ ὁ υἱός σου ὁ κάλλιστος, ὃν σὺ ἀγαπᾷς, μαχαίρᾳ πεσεῖται. Καὶ οἱ ἰσχύοντες ὑμῶν μαχαίρᾳ πεσοῦνται, καὶ ταπεινωθήσονται, καὶ πενθήσουσιν αἱ θῆκαι τοῦ κόσμου ὑμῶν, καὶ καταλειφθήσῃ μόνη, καὶ εἰς τὴν γῆν ἐδαφισθήσῃ. Οὐ μάτην ἐν τούτοις οἴοιτό τις ἰσχνολογεῖ λίαν ὁ προφητικὸς ἡμῖν λόγος, ἕκαστα δὲ τὰ ταῖς τρυφώσαις καθ' ἡδονὴν δίεισιν ἀκριβῶς τά τε εἴδη τοῦ κόσμου, καὶ αὐτὰς τὰς πάλαι τρυφάς. Εἶτα ὅτι συμβήσεται πάντη τε καὶ πάντως παθεῖν αὐτὰς τὴν τῶν οὕτως ἡδίστων ἀποβολὴν, διακεῖσθαι βούλεται μονονουχὶ συντήκων εἰς λύπας, καὶ εἰς ἀνάμνησιν τῆς εὐημερίας ὡς ἤδη παθούσας ἀνακομίζων ἀστείως, ἵνα τῇ τῶν ἐσομένων προσδοκίᾳ, καὶ τοῖς ἐντεῦθεν δείμασι, μᾶλλον δὲ καὶ ἀφορήτοις συμφοραῖς καταπτοήσας γοργῶς μεταστήσῃ πρὸς εὐκοσμίαν, καὶ εἰς τὸ τῷ Θεῷ δοκοῦν ἀναπείσῃ παλινδρομεῖν. Συμβήσεται τοίνυν, φησὶν, οὐκ ἐν μόνῃ στερήσει τοῦ κόσμου γενέσθαι τὰς οὕτω τρυφώσας, ἀλλὰ γὰρ καὶ ἔσται ἀντὶ ὀσμῆς ἡδείας, κονιορτὸς, τοῦτ' ἔστιν, ἀντὶ τῶν οἴ-