Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1213
Not analysed yet
Εἰπὼν, ὅτι τίθησι μὲν τὸν περίβολον αὐτῆς λίθους ἐκλεκτοὺς, πάντας δὲ τοὺς υἱοὺς αὐτῆς διδακτοὺς Θεοῦ, διαδείκνυσιν εὐθὺς εἰς πέρας ἐκβεβληκὸς τὸ ἐπηγγελμένον. Μυσταγωγεῖ γὰρ ὥσπερ, οὐ διὰ μεσίτου τινὸς, καθὰ καὶ πάλαι διὰ Μωσέως, ἤγουν ἑτέρων τῶν ἁγίων προφητῶν, δι' ἑαυτοῦ δὲ μᾶλλον, ἤτοι φωνῆς ἰδίας. Ἦν γὰρ τοῦτο τὸ, «Ἔσονται πάντες διδακτοὶ Θεοῦ.» Γέγραφε δὲ καὶ ὁ σοφώτατος Παῦλος, ὅτι «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν.» Οὐκοῦν δι' ἑαυτοῦ τῶν αἰώνων ὁ ποιητὴς ἐξυφαίνει τὰς μυσταγωγίας τοῖς δι' αὐτοῦ κεκλημένοις εἰς τὴν διὰ πίστεως χάριν. Διὰ τοῦτο καὶ ἡ ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων γραφομένη νύμφη περὶ αὐτοῦ πού φησι· «Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ.» Κατησπάζετο μὲν γὰρ ὤσπερ καὶ πάλαι διὰ στόματος αὐτοῦ προφητῶν ἁγίων, καλῶν εἰς συνάφειαν τὴν πρὸς αὐτὸν δι' ἁγιασμοῦ καὶ δικαιοσύνης. Ἐπειδὴ δὲ προῆλθεν ἄνθρωπος ἐκ γυναικὸς, ἀπὸ φιλημάτων στόματος αὐτοῦ πεφιλήμεθα. Στόμα γὰρ πρὸς στόμα λελάληκε πρὸς ἡμᾶς. Ὅταν τοίνυν ἀπόσχῃ, φησὶν, ἀπὸ παντὸς ἀδίκου καὶ πονηροῦ πράγματος, τότε οὐ φοβηθήσῃ, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι· ἔσῃ γὰρ ἀνάλωτος τοῖς ἐχθροῖς, καὶ πέρα φόβου παντὸς, κἂν ἐξοπλίζωνταί σοι καταδῃοῦν ἐθέλοντες τῶν ἐν κόσμῳ τινὲς, πλείστην ὅσην λαχόντες τὴν δυναστείαν, ἤγουν αἱ ἀντικείμεναί τε καὶ πονηραὶ δυνάμεις, ἢ τάχα που καὶ αὐτὰ τῆς ἐκτόπου καὶ μυσαρᾶς ἡδονῆς τὰ κύματα, φέροντα τοὺς φιλαμαρτήμονας εἰς ᾅδου πυθμένα, καὶ εἰς αὐτὸ τῆς ἀπωλείας τὸ κάτω βάραθρον. Ἀξιόληπτα τοίνυν τῆς δικαιοσύνης τὰ γέρα, καὶ λαμπροὶ μὲν λίαν οἱ στέφανοι, τεθαυμασμένη δὲ παρά γε τοῖς ἀρτίφροσι τῶν πνευματικῶν χαρισμάτων ἡ κτῆσις. Προσεπάγει δέ τι καὶ ἕτερον· Ἰδοὺ προσήλυτοι προσελεύσονταί σοι δι' ἐμοῦ, καὶ ἐπὶ σὲ καταφεύξονται. Προσηλύτους δέ φησιν, ἢ τοὺς ἐν ἑκάστῳ καιρῷ προσιόντας τὴν πίστιν καὶ καλουμένους ἐξ ἔθνων, ἢ τάχα που καὶ αὐτοὺς τοὺς ἐξ Ἰσραὴλ, οἳ κατόπιν τέθεινται τῶν ἐθνῶν, καίτοι τὴν πρώτην ἔχοντες τάξιν, καὶ οἱ προσηλύτους δεχόμενοι τοὺς ἐκ πλάνης Ἑλληνικῆς πρὸς Θεὸν ἐπιστρέφοντας, αὐτοὶ προσήλυτοι γεγόνασι τῶν ἐθνῶν, πλὴν καὶ τοῦτο διὰ Χριστοῦ. Σημαίνει γὰρ τοῦτο τὸ, δι' ἐμοῦ. Δι' αὐτοῦ γὰρ ἡ πάντων ἐπιστροφή τε καὶ κλῆσις, καὶ ἡ πρὸς Θεὸν καὶ Πατέρα πρόσοδος [al. πρόοδος]. «Οὐδεὶς γὰρ ἔρχεται,» φησὶ, «πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ.» Καὶ πάλιν· «Ἐγώ εἰμι ἡ ὁδός·» καὶ, «Ἐγὼ ἡ θύρα.» Ἰδοὺ ἐγὼ κτίζω σε, καὶ οὐχ ὡς χαλκεὺς φυσῶν ἄνθρακας, καὶ ἐκφέρων σκεύη εἰς ἔργα. Ἐγὼ δὲ ἔκτισά σε οὐκ εἰς ἀπώλειαν φθεῖραι. Πᾶν σκεῦος φθαρτὸν ἐπὶ σὲ οὐκ εὐοδώσω, καὶ πᾶσα φωνὴ ἀναστήσεται ἐπὶ σὲ εἰς κρίσιν, πάντας αὐτοὺς ἡττήσεις, οἱ δὲ ἔνοχοί σου ἔσον-