Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1216
Not analysed yet
ται ἐν αὐτῇ. Ἔστι κληρονομία τοῖς θεραπεύουσι Κύριον, καὶ ὑμεῖς ἔσεσθέ μοι δίκαιοι, λέγει Κύριος. Τὸ κτίζεσθαί φαμεν ἐν τούτοις καταδηλοῦν, οὐχὶ δήπου πάντως τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πάροδον. Διαλέγεται γὰρ ὡς πρὸς ὄντας ἤδη καὶ ὑφεστηκότας, ἀνακαινισμὸν δὲ μᾶλλον ὑποδηλοῖ τὸν διὰ τοῦ ἁγίου Πνεύματος ἀναστοιχειοῦντά τινας εἰς ἁγίαν καὶ ἀμώμητον πολιτείαν καὶ ζωήν. Οὕτω γὰρ κτίσαι λέγεται Χριστὸς τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι πρὸς τὸν Πατέρα. Παρεγγυᾷ δὲ ἡμῖν καὶ ὁ πάνσοφος Παῦλος ὡδὶ γεγραφώς· «Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν εἰς τὸ δοκιμάζειν ὑμᾶς, τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον.» Προστετάγμεθα δὲ καὶ ἀπολύσασθαι μὲν τὸν παλαιὸν ἄνθρωπον, ἐνδύσασθαι δὲ τὸν νέον, τὸν ἀνακαινούμενον κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν. Κτίζω σε τοίνυν ἐγὼ, φησὶν, οὐχ ὡς ἄνθρωπος χαλκουργὸς τὰ ἐξ ὕλης σκεύη ποιῶν δι' ὀργάνων καὶ πυρὸς, ἀλλὰ μᾶλλον ἀῤῥήτῳ τινὶ καὶ νοητῇ μεταστοιχειώσει, καὶ ἀναπλασμῷ, καὶ οἷον ἀναγεννήσει πνευματικῇ, ἣν δὴ καὶ αὐτὸς ὁ Σωτὴρ Νικοδήμῳ ποτὲ διεσάφει, λέγων· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ.» Γεγεννήμεθα γὰρ οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλὰ διὰ Λόγου ζῶντος Θεοῦ καὶ μένοντος. Οὕτω κτίζει Χριστὸς, ἀναμορφῶν δι' ἁγιασμοῦ πρὸς ἑαυτὸν τοὺς πιστεύοντας, καὶ ἀνακομίζων εἰς σωτηρίαν. Κτίζει γὰρ ἡμᾶς οὐκ εἰς ἀπώλειαν, τουτέστιν οὐκ εἰς φθορὰν ἔτι καὶ θάνατον ἀλλ' εἰς μακραίωνα βίον καὶ ἀτελεύτητον ζωήν. Ὅτι δὲ τοῖς ἅπαξ εἰς τοῦτο λαμπρότητος ἀνηνεγμένοις, καὶ καινουργίαν λαχοῦσι τὴν διὰ Χριστοῦ, δοθήσεται παρ' αὐτοῦ καὶ πνευματικῆς εὐανδρίας ἀνανταγώνιστος χάρις, καὶ σύνεσις οὐκ εὐάντητος τοῖς τῆς ἀληθείας ἐχθροῖς, διαδείκνυσι λέγων· Πᾶν σκεῦος φθαρτὸν, [καὶ] ἐπὶ σὲ οὐκ εὐοδώσω, καὶ πᾶσα φωνὴ, [ἣ] ἀναστήσεται ἐπὶ σὲ εἰς κρίσιν, πάντας αὐτοὺς ἡττήσεις. Σκεύη μὲν φθαρτὰ φαίη ἂν εἶναί τις τῆς τοῦ διαβόλου δυστροπίας τοὺς ὑπουργοὺς, οἳ καὶ φθορᾶς εἰσι καὶ ἀπωλείας τέκνα. Οὗτοι κατεπιφύονται τῶν ἁγίων, ἔσθ' ὅτε καὶ τοξεύουσι πολυτρόπως τὰ τῆς ἑαυτῶν σκαιότητος ἐπαφιέντες βέλη, διωγμοὺς καὶ θλίψεις ἐπάγοντες, καὶ πολύτροπα πειρασμῶν εὑρέματα. Ἀλλ' οὐκ εὐοδωθήσονται παρὰ Χριστοῦ, ὥστε καὶ ἰσχύσαι τὰς τῶν ἁγίων καταφθεῖραι ψυχάς· οἱ δέ γε τῶν ἀνοσίων αἱρέσεων εὑρεταὶ παλιμφήμους φωνὰς κατὰ τῆς ἀῤῥήτου δόξης ἱέντες μονονουχὶ δικάζονται τοῖς ἁγίοις, οἳ τῆς ἀληθείας προμάχονται, καὶ προεστήκασι νεανικῶς τῆς ἀκραιφνοῦς ὀρθότητος τῶν ἐκκλησιαστικῶν δογμάτων. Πλὴν ἡττῶνται, Χριστοῦ νέμοντος τοῖς ἁγίοις καὶ τοῦτο. Παρ' αὐτοῦ γὰρ τὸ δύνασθαι νικᾷν, καὶ πᾶσαν ἐχθρῶν ἐπανάστασιν, καὶ πᾶσαν ἀντίστασιν ἀνοσίου φωνῆς· ὡς γὰρ ὁ Ψάλλων φησίν· «Ἐν τῷ