Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1217
Not analysed yet
Θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.» Πλὴν οἱ ἔνοχοί σου, φησὶν, ἔσονται ἐν αὐτῇ. Καὶ τῶν μὲν ἑτέρων ἑρμηνευόντων οὐδεὶς τοῦ προκειμένου διαμνημονεύει στίχου, πλὴν οἶμαι δηλοῦν ἐκεῖνό που τάχα· Κρείττους μὲν γὰρ ἐχθρῶν, καὶ ἁπάσης φωνῆς οἱ καινουργίαν λαχόντες τὴν διὰ Χριστοῦ γενήσονται, οὗτοι δέ εἰσιν οἱ ἀναμορφούμενοι πρὸς ἁγιασμὸν ἐν Πνεύματι, καὶ τοὺς τῆς ἁμαρτίας διαπηδῶντες βόθρους. Ἀλλ' οἱ ἔνοχοί σου, φησὶ, τουτέστιν, οἵπερ ἂν εἶεν ἔνοχοι ταῖς ἁμαρτίαις, καὶ μετὰ τὴν κλῆσιν καὶ τὴν ἐν Χριστῷ δικαίωσιν, ἔσονται ἐν αὐτῇ. Ἐν αὐτῇ δὲ, τίνι; Ἦ πάντως τῇ φθορᾷ. Διὰ τοῦτο γὰρ ἐπήνεγκεν εὐθὺς, ὅτι Ἔστι κληρονομία τοῖς θεραπεύουσι Κύριον. Οὐ γὰρ τοῖς εἰωθόσι καταλυπεῖν διὰ τοῦ τετράφθαι καὶ βλέπειν εἰς τὸ ἐξήνιον ὁ παρὰ Θεοῦ δοθήσεται κλῆρος, ἀλλὰ τοῖς εὐφραίνουσιν, ἤγουν θεραπεύουσι, τουτέστι δουλεύουσιν. Ἔσεσθε τοίνυν ἐμοὶ δίκαιοι, φησὶν, ἵνα τοῦ κλήρου γενήσεσθε μέτοχοι, τοῦ τοῖς θεραπεύουσιν ἐπηγγελμένου τε καὶ μὴν καὶ δοθησομένου κατὰ καιρούς. Οἱ διψῶντες, πορεύεσθε ἐφ' ὕδωρ· καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε, καὶ πίετε ἄνευ ἀργυρίου καὶ τιμῆς οἶνον καὶ στέαρ. Ἵνα τί τιμᾶσθε ἀργυρίου, καὶ τὸν μόχθον ὑμῶν οὐκ εἰς πλησμονήν; Ἀκούσατε, καὶ φάγεσθε ἀγαθὰ, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν. Προσέχετε τοῖς ὠτίοις ὑμῶν, καὶ ἐπακολουθήσατε ταῖς ὁδοῖς μου. Ἐπακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν. Ὁ θεσπέσιος Δαβὶδ, τῇ διὰ τοῦ Πνεύματος δᾳδουχίᾳ καταλαμπόμενος, τὰς πρὸς Θεὸν μελῳδίας ἐποιεῖτο, λέγων περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· «Ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ Θεός. οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσι. Μεθυσθήσονται ἀπὸ πιότητος τοῦ οἴκου σου, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτοὺς, ὅτι παρὰ σοὶ πηγὴ ζωῆς·» καὶ ἑτέρωθί που πάλιν, «Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.» Καὶ μὴν καὶ διὰ φωνῆς προφητῶν αὐτός πού φησιν ὁ Υἱὸς ἡ παντὸς ἀγαθοῦ πηγὴ, τὸ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας προχεόμενον νᾶμα ζωοποιόν· «Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ' αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν.» Ἔφη δὲ καὶ ὁ προφήτης Ζαχαρίας, ὅτι «Πηγὴ ἐξ οἴκου Κυρίου ἐξελεύσεται, καὶ ποτιεῖ τὸν χειμάῤῥουν τῶν σχοίνων.» Πλεισταχοῦ δὲ τῆς θεοπνεύστου Γραφῆς, πηγήν τε καὶ ποταμὸν τὸν τοῦ Θεοῦ Λόγον ὠνομασμένον εὑρήσομεν. Διὰ τοῦτο καὶ αὐτὸς τοῖς Ἰουδαίοις προ[ς]διελέγετο, καὶ δὴ καὶ πρὸς ἑαυτὸν ἐκάλει λέγων· «Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζωῆς.» Ποιούμενος δὲ τοὺς λόγους πρὸς τὴν ἐν τῇ Σαμαρείᾳ γυναῖκα, πάλιν ὧδέ φησι· «Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν. Ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς