Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1220
Not analysed yet
ζωὴν αἰώνιον.» Οὐκοῦν εἴ τις διψᾷ, φησὶ, προσίτω τῷ Χριστῷ, καὶ δὴ καὶ πινέτω δεχόμενος ἀμφιλαφῆ τὴν διὰ τοῦ ἁγίου Πνεύματος παράκλησιν, καὶ χάριν, καὶ ἀκραιφνεστάτην μυσταγωγίαν. Δέξεται δὲ οὐ χρημάτων ὠνούμενος, ἀφθονοτάτῃ δὲ μᾶλλον φιλοτιμίᾳ τοῦ καλοῦντος ἐντρυφῶν. Προσιόντες δὲ, φησὶν, ἤγουν βαδίσαντες, καὶ ὡς ἐκ τόπου μεταπηδήσαντες εἰς τόπον ἕτερον, τουτέστιν ἐξ ἀπάτης πάλιν πρὸς ἐπίγνωσιν ἀληθείας, ἀγοράσατε καὶ πίετε ἄνευ ἀργυρίου καὶ τιμῆς. Πῶς οὖν ἀγοράζουσι, καὶ δέχονται δωρεὰν, καὶ ἀργυρίου δίχα; Πίστεως γὰρ ἀντέκτισιν τὴν παρὰ Χριστοῦ δεχόμεθα χάριν, κατατιθέμενοι μὲν τῶν προσκαίρων καὶ ἀπολλυμένων μηδὲν («Εἶπα γὰρ τῷ Κυρίῳ μου,» φησί· «Κύριός μου εἶ σὺ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις),» ἐν τάξει δὲ δώρων καὶ τιμημάτων προσκομίζοντες τῷ Χριστῷ τῆς εἰς αὐτὸν πίστεως τὴν ὁμολογίαν. Οὐκοῦν ἄνευ ἀργυρίου καὶ τιμῆς ἡ πόσις καὶ ἡ τῶν παρ' αὐτοῦ χαρισμάτων ἀφθονοτάτη δωρεά. Τί δὲ δὴ τιμώμεθα, καὶ ποίαν ὠνούμεθα πόσιν; Τὴν οἴνου, φησὶ, βρῶσίν τε πρὸς τούτῳ τὴν στέατος καὶ πυροῦ. Καὶ ὁμολογουμένως μὲν τῶν παρὰ Χριστοῦ χαρισμάτων ἡ ἀμφιλαφὴς ἐπίδοσις κατευφραίνει ψυχὴν, καὶ οἶνος αὐτῇ γίνεται νοητός· καὶ μὴν καὶ στέαρ, τουτέστι τροφή· στερεοῖ γὰρ αὐτὴν καὶ εὐσθενεστάτην ἀποτελεῖ. Οὐκ ἀπίθανον δὲ, καὶ τὸ Χριστοῦ μυστήριον ὑπαινίττεσθαι λέγειν τῶν προκειμένων στίχων τὴν δύναμιν. Οἱ γάρ τοι πίνοντες τὸ ὕδωρ τὸ ζῶν, τουτέστι, τὴν διὰ τοῦ Πνεύματος καταπλουτήσαντες χάριν διὰ τοῦ μετασχεῖν αὐτοῦ, καὶ ἀγοράσαντες τοῦτο διὰ τῆς πίστεως, ἐν μεθέξει γενήσονται καὶ οἴνου καὶ στέατος, τουτέστι τοῦ ἁγίου σώματος, καὶ τοῦ αἵματος τοῦ Χριστοῦ· εἶτα τούτοις ἐπιφέρει· Ἵνα τί τιμᾶσθε ἀργυρίου, καὶ τὸν μόχθον [al. ὁ μόχθος] ὑμῶν οὐκ εἰς πλησμονήν; Οἱ μὲν γὰρ Ἑλλήνων λογάδες, κατὰ τὸ αὐτοῖς δοκοῦν μᾶλλον, καὶ τὸ πνεῦμα λαβόντες τοῦ κόσμου, καὶ λαλοῦντες ἐν Βεελζεβοὺλ πεπλανήκασι τὴν ὑπ' οὐρανὸν, δογμάτων οὐκ ἀληθῶν, ἀσυστάτων δὲ μᾶλλον καὶ κατεψευσμένων ἐκθέσεις συγγεγραφότες, καὶ ἀπὸ καρδίας αὐτῶν λαλοῦντες, καὶ οὐκ ἀπὸ στόματος Κυρίου, καθὰ γέγραπται. Πλὴν οὐκ ἔχοντες τῆς ἀληθείας τὴν γνῶσιν, οὔτε μὴν τὸ θεῖόν τε καὶ οὐράνιον φῶς, οἱ πλανώμενοι προσῄεσαν τῇ μαθήσει τῶν ὀλεθρίων δογμάτων, πλεῖστα προσάγοντες χρήματα τοῖς αὐτὰ διδάσκειν ὑπισχνουμένοις. Ἀλλὰ ταῦτα, φησὶν, ἵνα τί τιμᾶσθε ἀργυρίου; Ποία γὰρ ὄνησις τὸ εἰδέναι θέλειν εὐγλωττίᾳ τῇ τινων οἷάπερ μέλι[τι] καταχριομένων [al. κατακεχρισμένον] τὸ ψεῦδος, καὶ ἐν λαμπρότητι λέξεων μάθημα φθοροποιὸν, καὶ οἷον ἐν σκεύει χρυσῷ βορβόρου δίκην σεσωρευμένον τὸ ψεῦδος; ἡμεῖς γὰρ ἐν σκεύεσιν ὀστρακίνοις τὸν Χριστὸν [al. Χριστοῦ] θησαυρὸν κεκτήμεθα. Ἵνα τί οὖν ταῦτα τιμᾶσθε, φησὶν, ἀργυρίου; καὶ ὁ μόχθος ὑμῶν, ὃς ἂν γένοιτο διαπονουμένοις εἰς τὸ μαθεῖν, οὐκ εἰς πλησμονὴν ἔσται, τουτέστιν, οὐκ ἀπόχρη πρὸς τὸ διαθρέψαι καὶ ζωοποιῆσαι ψυχήν. Ἀδικεῖ γὰρ μᾶλλον, ἢ ὀνίνησιν