Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1221
Not analysed yet
αὐτὴν τῶν ὀλεθρίων δογμάτων ἡ συλλογή. Ὀρθῶς οὖν ἆρα καὶ ὁ πάνσοφος Παῦλός φησι· «Ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου;» Καὶ πάλιν· Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος τοὺς πιστεύσαντας σῶσαι. Μωρίαν δὲ τοῦ κηρύγματος τὴν κοινότητα τῆς λέξεως τῆς ἐνούσης τῇ θεοπνεύστῳ Γραφῇ φησίν. Ἀφέντες οὖν τὸ εἰκῆ πονεῖν, καὶ ἀκαρπίαν συλλέγειν, καὶ δαπανᾷν ἀνέχεσθαι πόνους ἐπ' ἀνωφελέσι πράγμασι, μᾶλλον ἀκούσατέ μου, καὶ φάγεσθε ἀγαθὰ τὰ διὰ τῶν εὐαγγελικῶν δηλονότι, οἷς δὴ καὶ περιττῶς, φησὶν, ἐντρυφήσειεν ἡ ψυχὴ ὑμῶν. Ἐκεῖ γνῶσις ἀληθὴς τοῦ κατὰ φύσιν Θεοῦ, καὶ ἀρετῆς ἁπάσης καὶ ἁγιοπρεποῦς εὐκοσμίας μάθημα καὶ σύνεσις, θαυμαστῶς ἕκαστα τῶν πρακτέων ὀρθῶς διακρίνοντα, καὶ τεχνίτην εἰς ἀγαθουργίαν ἀποτελοῦσα τὸν νοῦν· ὥστε καὶ ἅπασι μὲν νοουμένοις προσκεῖσθαι φιλεῖν, ἀποφοιτᾷν δὲ τῶν ὅσα ἐστὶ διαβεβλημένα, καὶ τῆς φαυλότητος αἴτια [γρ. αἰτίᾳ] οὐ μετρίως ἐνισχημένους. Προσέχετε τοίνυν τοῖς ὠσὶν ὑμῶν· τουτέστι, Τὸ δὲ τὸ εὐθὲς καὶ εὐήκοον, ἐπακουληθήσατε ταῖς ὁδοῖς μου. Καὶ γὰρ ἔφη Χριστός· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.» Χρὴ τοιγαροῦν τοῖς ἴχνεσιν αὐτοῦ κατακολουθεῖν ἐπείγεσθαι τοὺς ὄντας αὐτοῦ. Καὶ τί ὑπάρξει τοῖς ἐθέλουσι τοῦτο δρᾷν; Ζήσεται, φησὶν, ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν. Τὴν ἀτελεύτητον ἐλπίδα, τὴν τοῖς ἁγίοις ηὐτρεπισμένην, ἔοικε διὰ τούτων ἡμῖν ὑποδηλοῦν. Ὡς γὰρ ὁ Παῦλός φησιν, «Ὀφθαλμὸς οὐκ εἶδεν, οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαβὶδ τὰ πιστά. Ἰδοὺ μαρτύριον ἐν ἔθνεσι δέδωκα αὐτὸν, ἄρχοντα, καὶ προστάσσοντα ἔθνεσιν. Ἰδοὺ ἔθνη ἃ οὐκ ᾔδεισάν σε, ἐπικαλέσονταί σε· καὶ λαοὶ, οἳ οὐκ ἠπίσταντό σε, ἐπὶ σὲ καταφεύξονται, ἕνεκεν Κυρίου τοῦ Θεοῦ σου, τοῦ ἁγίου Ἰσραὴλ, ὅτι ἐδόξασέ σε. Ὑποσχόμενος, ὅτι Φάγεσθε ἀγαθὰ, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, διαδείκνυσιν εὐθὺς τίνα τρόπον αὐτοῖς εἰς πέρας ἐκβήσεται τὸ ἐπηγγελμένον. Διδόναι γὰρ ἐπαγγέλλεται διαθήκην αἰώνιον εὖ μάλα φησίν. Οὐ γὰρ εἶχεν ὁ νόμος τὸ διηνεκὲς καὶ ἀσάλευτον, ἔκειτο δὲ μέχρι καιροῦ διορθώσεως, καθά φησιν ὁ πάνσοφος Παῦλος, καὶ παλαιωθείσης τῆς ἀρχαίας ἐντολῆς ὡς οὐκ ἐχούσης τὸ ἄμεμπτον, δευτέρας ἐζητήθη τόπος, δῆλον δὲ ὅτι τῆς νέας, καὶ ἐν Χριστῷ πολὺ τὸ παρηλλαγμένον ἐχούσης παρὰ τὴν πρώτην. Ἡ μὲν γὰρ ἦν ἐν σκιαῖς, ἡ δὲ τῆς ἀληθείας τὸ κάλλος ἀπαστράπτει πνευματικῶς. Ἔφη γοῦν ὁ τῶν ὅλων Θεὸς δι' ἑνὸς τῶν ἁγίων προφητῶν· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰακὼβ καὶ ἐπὶ τὸν οἶκον Ἰσραὴλ διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαμβανομένου μου τῆς χειρὸς αὐτῶν τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου·