Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1224
Not analysed yet
ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος· ὅτι αὔτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας αὐτῶν ἐπιγράψω αὐτούς.» Τὴν δέ γε διαφορὰν τῆς τε παλαιᾶς καὶ τῆς νέας διαθήκης διέδειξεν ἡμῖν καὶ ὁ σοφὸς Ἰωάννης λέγων, ὅτι «Ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.» Χάριν δὲ καὶ ἀλήθειαν τὴν διὰ τῶν εὐαγγελικῶν θεσπισμάτων ἀποκαλεῖ παίδευσιν, τῆς ἀληθοῦς καὶ ἐν πνεύματι λατρείας τὴν δύναμιν ἔχουσαν· ἔδει γὰρ, οἰκέτην μὲν ὅντα Μωσέα, τῆς μὴ μενούσης σκιᾶς γενέσθαι διάκονον· ἐξαγγελέα δὲ τῆς διηνεκοῦς καὶ μενούσης λατρείας, τὸν αἰώνιον, φημὶ δὴ τὸν Χριστόν. Ποία τοίνυν ἐστὶν αἰώνιος διαθήκη, ἣν δὴ συντελέσει τοῖς προσιοῦσιν αὐτῷ διὰ πίστεως, καθίστησιν ἐναργὲς, ἐπενεγκὼν εὐθύς· Τὰ ὅσια Δαβὶδ τὰ πιστά. Ἢ γὰρ τὴν τῷ θεσπεσίῳ Δαβὶδ δοθεῖσαν ἐπαγγελλίαν περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ δοθήσεσθαί φησι τοῖς ἐξ ἐθνῶν ἐπιστρέφουσιν, ἤγουν θεῖα καλεῖ τὰ ἱερὰ θεσπίσματα τοῦ ἐκ σπέρματος Δαβὶδ τὸ κατὰ σάρκα Χριστοῦ· ὅσια δέ φησιν αὐτὰ, ὡς ὁσίους ἀποτελοῦντα τοὺς ἐν οἷς ἂν γένοιντο, καθάπερ ἀμέλει καὶ τὸν τοῦ Θεοῦ φόβον ἁγνὸν ὠνόμασε, καὶ ἁγνοποιὸν ὄντα, καὶ ζωὴν τὸ ῥῆμα τὸ εὐαγγελικὸν ὡς ζωοποιόν. Ἔφη γάρ που Χριστὸς, ὅτι «Τὰ ῥήματα, ἃ ἐγὼ ἐλάλησα ὑμῖν, πνεῦμά ἐστι καὶ ζωὴ,» τουτέστι πνευματικὰ καὶ ζωοποιά. Ὅσια δὴ οὖν τὰ ὁσιουργὰ, καὶ δικαίους καὶ ἀμώμους ἀποφαίνοντα τοὺς δεχομένους αὐτά· πιστὰ δὲ, ὅτι πάλιν πιστοποιά εἰσι, καὶ τὸ ἱδρυμένον ἐν πίστει καὶ τῇ κατ' εὐσέβειαν ζωῇ τοῖς λαβοῦσιν ἐνεργάζεται. Δύναμις γὰρ αὕτη τῶν διὰ Χριστοῦ θεσπισμάτων. Οὐκοῦν Δαβὶδ ὀνομάσας, τὸν ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα Χριστὸν, περὶ αὐτοῦ φησι παραχρῆμα· «Ἰδοὺ μαρτύριον ἔθνεσι δέδωκα αὐτὸν, ἄρχοντα, καὶ προστάσσοντα ἔθνεσι.» Διαμαρτύρεται ὥσπερ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὰς ἐξ ἐθνῶν ἀγέλας, ὅτι δεκταὶ γεγόνασι καὶ αὗται, καὶ μέτεστι τοῖς ἐθέλουσιν ἀπείργοντος οὐδενὸς τὸ τῆς ἀληθοῦς θεογνωσίας καταπλουτῆσαι φῶς. Ἔφη γοῦν διὰ τῆς τοῦ Ψάλλοντος λύρας· «Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη· ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, οἱ γηγενεῖς, καὶ υἱοὶ τῶν ἀνθρώπων, ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.» Ἔδει γὰρ, ἔδει σοφίας καὶ συνέσεως τοῖς πεπλανημένοις, οἳ διὰ πολλὴν ἀβελτηρίαν προσεκύνησαν τῇ κτίσει παρὰ τὸν Κτίσαντα, ξύλοις καὶ λίθοις ἐπεγράφοντο θεοῦς. Ἐνηνθρώπησε δὲ ὁ Λόγος, ὅτου χάριν καὶ ἐπένευσεν αὐτοῖς, λέγων· «Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν.» Ταῦτα γὰρ ἦν τὰ τῶν ἐθνῶν ἀῤῥωστήματα, λελύτρωται δὲ δι' αὐτοῦ· πεπλουτήκασι γὰρ τὴν παρ' αὐτοῦ σοφίαν, καὶ συνετοὶ γεγόνασι, καὶ