Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1240
Not analysed yet
παραγενέσθαι, καὶ τὸ ἔλεός μου ἀποκαλυφθῆναι. Περὶ τῆς τῶν ἐθνῶν κλήσεως τῆς διὰ πίστεως, δηλονότι τῆς ἐν Χριστῷ, μακροὺς πεποίηται λόγους ἐν τοῖς ἀνόπιν βραχὺ, διαπεράνας δὲ τοῦτο μέτεισι πάλιν ἐπὶ τὸ χρῆναι νουθετεῖν τοὺς ἐξ αἵματος Ἰσραήλ. Φύσει γὰρ ὑπάρχων ἀγαθὸς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Ἐπειδὴ δὲ ἦν ἔθος αὐτοῖς ἐπὶ τῇ τῶν πατέρων εὐγενείᾳ τὴν ὀφρὺν ἀνασπᾷν, καὶ μέγα φρονεῖν, ἐπ' αὐτῷ δὴ τούτῳ, καὶ μόνῳ, καὶ ἀποχρήσειν αὐτοῖς οἴεσθαι ταυτὶ, καὶ εἰ μὴ μετὸν ὁρῷτο τῆς εὐζωΐας τὸ καύχημα, πειρᾶται πληροφορεῖν, ὡς εἰκαῖον αὐτοῖς ἔσται παντελῶς τὸ ἐπὶ τούτῳ φύσημα, δόξαν δὲ μᾶλλον ἀποφαίνει λαχόντας θεοπρεπῆ, τὸ πληροῦν ἑλέσθαι τὰ διατεταγμένα, καὶ τὸ τὴν ἐν ἔργοις φαιδρότητα μεταποιεῖσθαι φιλεῖν. Οὐκοῦν φυλάσσεσθε, φησὶ, κρίσιν, τουτέστι, τὴν ὀρθοκρισίαν, ἤτοι τὰ θεῖα κρίματα, δῆλον δὲ ὅτι τὰς ἐντολάς. Ποιεῖτε δικαιοσύνην· οὐ γὰρ ἀρκέσει μόνον τὸ βούλεσθαι μὲν τοῖς θείοις προσκεῖσθαι νόμοις, ἀποφοιτᾷν δὲ τοῦ χρῆναι διαπεραίνειν αὐτούς· δεῖ δὲ φύλακας ὁρᾶσθαι τῶν ἱερῶν κριμάτων, διαπρέπειν τε πρὸς τούτῳ διὰ πάσης ἀγαθουργίας. Ἵνα δὲ μή τις οἴηται τῶν καθ' ἡμᾶς ἐπὶ τὴν τοῦ νόμου τήρησιν, τὴν ὡς ἔν γέ φημι σκιαῖς τε καὶ τύποις παραθήγεσθαι διὰ τούτων τοὺς ἐξ Ἰσραήλ· δικαιοῦται γὰρ οὐδεὶς ἐν νόμῳ παρὰ Θεῷ, καθὰ γέγραφέ τισιν ὁ πανάριστος Παῦλος· ἐγγὺς εἶναί φησι τὸ σωτήριον, καὶ τὸ ἔλεος αὐτοῦ ἀποκαλυφθῆναι. Ἔλεος δὲ καὶ σωτήριον ὀνομάζει Χριστόν· ἠλεήμεθα γὰρ δι' αὐτοῦ, τὴν διὰ πίστεως ἄφεσιν καὶ σωτηρίαν ἀποκερδαίνοντες. Ἐοικὸς εἶναί φαμεν τούτῳ τὸ εἰρημένον [al. τοῦτο τῷ εἰρημένῳ] παρὰ Θεοῦ πρὸς τὸν μακάριον Ἀββακούμ· «Ἔτι μικρὸν, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ.» Τὸ δέ γε ἀποκαλυφθῆναί φησιν, ἀντὶ τοῦ φανερωθῆναι· προαπήγγελλον μὲν γὰρ οἱ μακάριοι προφῆται τοῦ Σωτῆρος τὴν ἄφιξιν· γέγονε δὲ τοῖς ἐπὶ τῆς γῆς ἐναργὴς ἐν καιροῖς, καθ' οὓς ἠθέλησεν ὁ δυνάστης· καὶ τοῦτο διδάξει λέγων ὁ θεσπέσιος Δαβίδ· «Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ.» Πεφανέρωται γὰρ τοῖς ἔθνεσι Χριστὸς, ὅς ἐστι σωτήριον, καὶ δικαιοσύνη ὡς γὰρ ἔφην ἀρτίως, σέσωκέ τε καὶ δεδικαίωκεν ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ ἐν αὐτῷ. Μακάριος ἀνὴρ ὁ ποιῶν ταῦτα, καὶ ἄνθρωπος ὁ ἀντεχόμενος αὐτῶν, καὶ φυλάσσων τὰ Σάββατά μου μὴ βεβηλοῦν, καὶ διατηρῶν τὰς χεῖρας αὐτοῦ μὴ ποιεῖν ἀδίκημα. Ἀδελφὰ καὶ ταῦτα τοῖς ἀρτίως ἡμῖν εἰρημένοις, καὶ διὰ τῶν ἴσων ἔρχεται, ἐπιτήρησίν γε μὴν ὁ λόγος ἔχει πολλήν. Ἄθρει γὰρ ὅπως μακάριον εἶναί φησιν, οὐχὶ δήπου πάντως τὸν ἐκ σπέρματος Ἀβραὰμ, οὔτε μὴν τὸν σαρκὶ καὶ εὐγενείαις ἐπικομπάζοντα, καὶ εἰκαῖον ἔχοντα τὸ ἐπὶ τούτῳ φρόνημα, ἐκεῖνον δὲ μᾶλλον, ὥσπερ ἂν ἐνυπάρχον ὁρῷτο τὸ διαπρέπειν ἐν ἀγαθοῖς, καὶ τῆς ἀβεβήλου ζωῆς τὸ λαμπρὸν, καὶ