Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.125
Not analysed yet
κων τῶν τεθυμιαμένων, ὁδοιπορίαι μακραὶ καὶ κονιορτώδεις, ἀποφερομένων αὐτῶν εἰς αἰχμαλωσίαν τρυφεροῖς ἔτι ποσί. Καὶ οὐχὶ δὴ τοῦτο μόνον, ἀλλὰ γὰρ καὶ ἔσονται καὶ ἐν σχήματι, καὶ ἐν εἴδει τῷ λίαν ἀτιμωτάτῳ, ὡς ἀντὶ ζώνης χρυσῆς σχοινίῳ περιδεδέσθαι μόνῳ, καὶ ἐν γυμνότητι κεφαλῆς ἤγουν φαλακρώματι, καίτοι πάλαι χρυσοῖς κοσύμβοις ἀνεσφιγμένης. Ἄμφιον δὲ δίδωσιν αὐταῖς, ὃ ταῖς αἰχμαλώταις πρέπον, παχύ τε καὶ εὐτελὲς, ὃ καὶ ὀνομάζει σάκκον, καὶ τοῦτο αὐταῖς ἀντὶ τοῦ μεσοπορφύρου χιτῶνος καὶ τρυφερῶν ἐσθημάτων. Προσεπάγει δὲ τούτοις, ὅτι Καὶ ὁ υἱός σου ὁ κάλλιστος, ὃν ἀγαπᾷς, μαχαίρᾳ πεσεῖται. Ἔθος γὰρ τοῖς ἑλοῦσι πόλιν ἢ χώραν, ἐξ αὐτῆς ἁρπάζειν θήλεις καὶ κόλπων μητρὸς, τὰ μικρά τε καὶ ὑποτίτθια βρέφη φονεύειν ὠμῶς, ἵνα βαδίζοιεν αἱ τούτων μητέρες οὐ πεφορτισμέναι, καὶ μὴ τῇ τῶν νηπίων φροντίδι κατηχθισμέναι. Οὐκοῦν ἢ κατὰ τοῦτον τὸν τρόπον μαχαίρᾳ πεσεῖσθαί φησι τὸν ἀγαπητὸν αὐταῖς υἱὸν, ἢ καὶ ἑτέρως μαχόμενον, καὶ τῇ τῶν πολεμίων τεθνεῶτα χειρί. Πενθήσειν γε μὴν τὰς θήκας ἔφη τοῦ κόσμου αὐτῶν, οὐχ ὡς τῶν αἰσθητῶν θηκῶν πενθεῖν δυναμένων, ἀλλ' ὡς ἂν εἴ τις λέγοι καὶ οἶκον πενθεῖν οὐδενὸς οἰκοῦντος ἐν αὐτῷ. Προσεπάγει δὲ τούτοις τὸ, Καὶ καταλειφθήσῃ μόνη, καὶ εἰς γῆν ἐδαφισθήσῃ, τοῦτ' ἔστιν, ἔσῃ τις ἐλεεινὴ καὶ κατεῤῥιμμένη, καὶ οἷον εἰς γῆν κειμένη. Τοιοῦτος γάρ πως ὁ βίος τῶν ἐν αἰχμαλωσίᾳ καὶ ἀθλιότητι, καὶ σκληρᾷ καὶ ἀφορήτῳ δουλείᾳ. Πάνδεινον οὖν ἄρα τὸ προσκροῦσαι Θεῷ, καὶ τοῦ ἐν ψυχαῖς καταφρονῆσαι κάλλους. Τοὺς γάρτοι λίαν ἀπονενευκότας ἐπὶ τὸ ῥᾴθυμον, παντὸς ἐξίστησι κόσμου Θεὸς, δῆλον δὲ ὅτι τοῦ νοητοῦ, καὶ γυμνοὺς ἀποφήνας ἁπάσης ἀρετῆς παραδίδωσι τοῖς ἐχθροῖς. Οὕτω φαμὲν δεδόσθαι τινὰς εἰς ἀδόκιμον νοῦν, καὶ εἰς πάθη ἀτιμίας. Συνέχοντος μὲν γὰρ ἡμᾶς εἰς ἰσχὺν τὴν πνευματικὴν τοῦ ἐπὶ πάντας Θεοῦ, διασώζομεν ἐν ἑαυτοῖς τὸ λαμπρὸν τῆς ἰδίας φύσεως κάλλος. Ἀφιστάντος δὲ τὴν ἐπικουρίαν, γυμνοὶ δὴ πάντως ἐσόμεθα παντὸς ἀγαθοῦ, καὶ τῶν ἐξ ἀρετῆς αὐχημάτων ἀποβαλόντες τὴν ὡραιότητα, τοῖς τῆς ἀτιμίας πάθεσιν ὑποκεισόμεθα, καὶ δουλεύσομεν ἐχθροῖς. Καὶ ἐπιλήψονται ἑπτὰ γυναῖκες ἀνθρώπου ἑνὸς, λέγουσαι· Τὸν ἄρτον ἡμῶν φαγόμεθα, καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα, πλὴν τὸ ὄνομα τὸ σὸν κεκλήσθω ἐφ' ἡμᾶς, ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν. Διαπεράνας εὖ μάλα τὸν λόγον, ἐπί γε ταῖς Ἰουδαίων γυναιξὶ ταῖς ἐκ τρυφῆς καὶ πλούτου βαδιουμέναις εἰς αἰχμαλωσίαν, πειρᾶται δεικνύειν, ὅτι κένανδροι μὲν αἱ τῆς Ἰουδαίας ἀπομενοῦσι πόλεις, ἔσονται δὲ καὶ ἐν σπάνει πολλῇ τῶν πάλαι μαχιμωτάτων. Ἔφη γὰρ, ὅτι «Πάντες οἱ ἰσχύοντες ὑμῶν μαχαίρᾳ πεσοῦνται.» Ποία τις οὖν ὧν ἔφην ἡ δεῖξις; εὐφυῶς ἄγαν καὶ ἀστείως ἐσκευασμένη. Νόμου γὰρ δὴ τοῦ διὰ Μωσέως λέγοντος τοῖς υἱοῖς Ἰσραὴλ, «Οὐκ ἔσται ἔν σοι ἄγονος οὐδὲ στείρα·» ἐν ἐσχάτοις ὀνειδισμοῖς παρὰ τοῖς Ἰουδαίοις λελόγιστο τὸ γυναῖκα μὴ τεκεῖν, ἤγουν