Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1241
Not analysed yet
περιφανὲς ἀξίωμα. Τοιοῦτόν τι καὶ ὁ μακάριος Βαπτιστὴς Ἰωάννης ταῖς Ἰουδαίων ἀγέλαις ἐπιφωνήσας ὁρᾶται· προσῄεσαν μὲν γὰρ τὸ παρ' αὐτοῦ τιμῶντες βάπτισμα, μετανοίας δὲ ἦν, καὶ πικροὺς ὄντας λίαν διήλεγχε λέγων· «Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ.» Ὁ δέ φησιν· «Εἰ πατέρα εἴχετε τὸν Ἀβραὰμ, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν.» Μακάριος τοίνυν, φησὶν, οὐκ εἴ τις υἱός ἐστιν Ἀβραὰμ, ἀλλ' ὁ φυλάσσων ταῦτα· ποῖα δὲ ταῦτα; Κρίμα καὶ δικαιοσύνην, καὶ πρός γε τούτῳ φυλάττων καὶ κατορθῶν αὐτὰ, καὶ ἀντεχόμενος αὐτῶν, τουτέστιν, οὐ παρέργως ἢ παρειμένως ἐπ' αὐτὰ χωρῶν, ἀλλ' οἷον ἐν πάσῃ σπουδῇ, καὶ νεανικῶς, ὥστε καὶ ἀντέχεσθαι λίαν αὐτῶν, καὶ φυλάσσειν τὰ Σάββατα μὴ βεβηλοῦν αὐτά. Ἵνα πάλιν τοιοῦτο νοῇς· οὐκ ἐξῆν ἐν Σαββάτῳ φροντίδα ποιεῖσθαί τινα τῶν περὶ τὴν σάρκα πόνων ἢ σπουδασμάτων. Ἔδει δὲ μᾶλλον ἀργεῖν τοῦτο τοῦ θείου προστάσσοντος νόμου, πλὴν ἀργοῦντες τὰς νενομισμένας θυσίας προσεκόμιζον τῷ Θεῷ, τοῦ νομικοῦ γράμματος αἰνιγματωδῶς ὑποφαίνοντος, ὅτι φροντίδος σαρκικῆς ἀποσχομένους ἐμφρόνως ἱερουργεῖν προσήκει τῷ Θεῷ θυσίας πνευματικὰς, καὶ τὰς εἰς ὀσμὴν εὐωδίας τῆς νοητῆς. Ἀργίας οὖν ἄρα τῆς ἐξ ἁμαρτιῶν καὶ σαρκικῶν ἐπιθυμιῶν τύπον ἐπλήρου τῆς κατὰ τὸ Σάββατον ἀργίας ἡ δύναμις· οὕτω προσήκει φυλάττεσθαι καὶ ἡμᾶς τοῦ μὴ βεβηλοῦν τὰ Σάββατα· ἀποπαυσάμενοι γὰρ, ὡς ἔφην, φροντίδος ἁπάσης γεώδους καὶ σαρκικῆς, νοητῶς σαββατίζομεν, οὐ τὰς δι' αἱμάτων καὶ καπνῶν τελοῦντες θυσίας, ἀλλ' ἱεροῖς σπουδάσμασι κατευφραίνοντες αὐτὸν, καὶ εἰς ὀσμὴν εὐωδίας ἑαυτοὺς ἀναφέροντες. Τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεὸς, καθὰ γέγραπται. Δεῖ δὴ οὖν ἄρα μὴ βεβηλοῦν τὰ Σάββατα, διατηρεῖν δὲ πρὸς τούτῳ καὶ τὰς χεῖρας κεκαθαρμένας· καὶ τίνα τρόπον, αὐτὸς ἐδίδαξεν εἰπών· Τοῦ μὴ ποιεῖν ἀδίκημα οὐ γὰρ ἔστι φυλάσσειν δύνασθαι κρίσιν, καὶ ποιεῖν δικαιοσύνην ἀδικεῖν ἐθέλοντας, καὶ τοῖς τῆς ἁμαρτίας ῥύποις τὴν χεῖρα καταμιαίνοντας. Χεῖρα δὲ οὐχὶ πάντως τὴν τοῦ σώματος, ἀντὶ δέ γε τῆς χειρὸς τὴν πρακτικὴν νοήσεις ἐνέργειαν, καθ' ἣν ἑκάστῳ πρόσιμεν τῶν πραγμάτων. Μὴ λεγέτω ὁ ἀλλογενὴς ὁ προσκείμενος πρὸς Κύριον· Ἀφοριεῖ με ἄρα Κύριος ἀπὸ τοῦ λαοῦ τούτου. Καὶ μὴ λεγέτω ὁ εὐνοῦχος, ὅτι Ἐγώ εἰμι ξύλον ξηρόν. Τάδε λέγει Κύριος τοῖς εὐνούχοις· Ὅσοι ἂν φυλάξωνται τὰ Σάββατά μου, καὶ ἐκλέξωνται ἃ ἐγὼ θέλω, καὶ ἀντέχωνται τῆς διαθήκης μου, δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστὸν, κρεῖσσον υἱῶν καὶ θυγατέρων, ὄνομα αἰώνιον δώσω αὐτοῖς, καὶ οὐκ ἐκλείψει. Ἑτέραν ὀφρὺν τῶν ἐξ αἵματος Ἰσραὴλ, ἤγουν