Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1244
Not analysed yet
ἀλαζονείας πρόφασιν, σαθράν τε καὶ ἕωλον κατασύρει Θεός· ἐφρόνουν μὲν γὰρ, ὡς ἔφην, μέγα, λέγοντες, «Πατέρα ἔχομεν τὸν Ἀβραὰμ,» καὶ μὴν ὅτι Λαὸς ἅγιός ἐσμεν ἐξειλεγμένος, τετάγμεθα δὲ καὶ εἰς κλῆρον Θεοῦ. Ἔφευγον δὲ καὶ τὴν ἀπαιδίαν, ἅτε δὴ τοῦ προπάτορος Ἀβραὰμ ἐν εὐλογίας τάξει λαβόντος παρὰ Θεοῦ τὸ εἰς πληθὺν ἐκταθήσεσθαι τὴν ἀμέτρητον τὸ σπέρμα αὐτοῦ· ἰσάριθμον γὰρ τοῖς ἄστροις ἐπηγγέλλετο Θεὸς ἀναδείξειν αὐτό. Εἴρητο δὲ πρὸς αὐτοὺς καὶ διὰ τοῦ πανσόφου Μωϋσέως τό· «Οὐκ ἔσται ἐν ὑμῖν ἄγονος οὐδὲ στεῖρα.» Ὅτι δὲ μέγα τι χρῆμα καὶ ἐξαίρετον ἡ πολυπαιδία νενόμιστο παρ' αὐτοὺς, πληροφορήσει τις λέγων τῶν ἁγίων προφητῶν· «Αἱ δόξαι αὐτῶν ἐκ τόκων καὶ ὠδίνων, καὶ συλλήψεων.» Ἑπτὰ δὲ γυναῖκας ἐπιλήψεσθαι ἑνὸς ἀνδρὸς, ὁ προφήτης φησὶν Ἡσαΐας· εἶπόν τε ὅτι «Τὸν ἄρτον ἡμῶν φαγόμεθα, καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα, πλὴν τὸ ὄνομα τὸ σὸν κεκλήσθω ἐφ' ἡμᾶς, ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν.» Οὐ γὰρ ἤθελον, ὡς ἔφην, ὡς ἄγονοί τε καὶ στεῖραι κατονειδίζεσθαι. Οὐκοῦν ἐπειδήπερ ἐπ' εὐγενείᾳ σαρκικῇ, καὶ προσέτι τῇ πολυπαιδίᾳ μέγα φρονεῖν ἐδόκει τοῖς ἐξ Ἰσραὴλ, ἀναγκαίως αὐτοὺς καὶ ταύτης ἐξίστησι τῆς ἀμαθίας, εἰπών· Μὴ λεγέτω ὁ ἀλλογενὴς ὁ προσκείμενος πρὸς Κύριον, Ἀφοριεῖ με ἄρα Κύριος ἀπὸ τοῦ λαοῦ αὐτοῦ. Οὐ γὰρ ἐπείπερ ἀλλογενὴς, τουτέστιν, οὐκ ἐξ αἵματος Ἰσραὴλ, διὰ τοῦτο καὶ ἀμέτοχος τῶν παρ' αὐτοῦ χαρισμάτων, ἤγουν τῆς πρὸς αὐτὸν οἰκειότητος, δηλονότι πνευματικῆς· ἀλλ' εἰ προσκέοιτο τῷ Κυρίῳ, τάξεται πάντως ἐν οἰκείοις, καὶ ἐγνωσμένοις, καὶ εἰς ἔθνος ἅγιον, καὶ εἰς βασίλειον ἱεράτευμα, καὶ εἰς κλῆρον Θεοῦ· τελέσει δὲ καὶ ἐν τέκνοις Ἀβραάμ. Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραὴλ, καθά φησιν ὁ πάνσοφος Παῦλος, οὐδὲ ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα. Δέδοται δὲ τῷ Ἀβραὰμ ἡ ἐπαγγελία παρὰ Θεοῦ, οὐκ ἐπὶ μόνοις τοῖς ἐξ αὐτοῦ κατὰ σάρκα, ἀλλὰ γὰρ καὶ ἅπασι τοῖς διὰ τῆς πίστεως· ἐδικαιώθη γὰρ οὕτως Ἀβραάμ. Οὐκοῦν τοῖς στοιχοῦσι τοῖς ἴχνεσι τῆς πίστεως Ἀβραὰμ δοθήσεται πάντως τὸ τελεῖν ἐν τέκνοις. Οὐκ ἀφοριεῖ τοιγαροῦν τὸν προσήλυτον ἐκ τοῦ λαοῦ αὐτοῦ, τὸν δὲ ἅπαξ προστεθέντα καὶ κεκλημένον ἐν πίστει προσδέξεται, καὶ λαὸν ἅγιον ὀνομάσει. Ἀλλὰ εἴ τις εὐνοῦχός ἐστι, φησὶν, τουτέστιν, ἄπαις ἢ ἄγονος, μὴ λεγέτω καθ' ἑαυτὸν, ὅτι Ἐγώ εἰμι ξύλον ξηρὸν, τουτέστι, μὴ λυπείσθω διὰ τὴν ἀπαιδίαν. Οὐδὲν γὰρ τοῦτο παρὰ Θεῷ, οὔτε μὴν ἀπόβλητον ἀποφαίνει. Ὁποῖος γὰρ τρόπος ἀρετῆς, ἢ ποίων κατορθωμάτων λαμπρότης, ἡ πολυπαιδία, Σαρκὸς ἔργα ταυτὶ μώμου τε καὶ ἐπαίνου μακράν. Εἰ γὰρ καὶ δέδοταί τισιν ἐν εὐλογίας τάξει τὸ χρῆμα, καιροῦ καλοῦντος εἰς τοῦτο, ἀλλ' οὐκ ἀδικήσειεν ἂν οὐδὲν τοὺς μὴ λαχόντας αὐτό. Ἐπεὶ ποῖος ἂν γένοιτο καταῤῥήσεως τρόπος τοῖς τεθνεῶσι πρὸ ὥρας, ἢ πρὸ γάμου καὶ μίξεως, τῶν καθ' ἡμᾶς πραγμάτων ἀποδημήσασιν, οἷς παίδων οὐχ ὑπῆρξε γονή; ὀνήσει δὲ τρόπον τινὰ τοὺς φιλαμαρτήμονας ἐν τῷδε τῷ βίῳ,