Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1245
Not analysed yet
πολλῶν πατέρας υἱῶν καὶ θυγατέρων; Μηδὲ λεγέτω, φησὶν, ὁ παῖδας οὐκ ἔχων, ὅτι Ἐγώ εἰμι ξύλον ξηρόν. Λυπεῖ δὲ οὐδὲν, μᾶλλον δὲ ἀναγκαῖον εἶναί φημι διαμνημονεῦσαι καὶ νῦν τῶν εὐνουχισάντων ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, οἷς ἂν ἐφαρμόσειέ τις, καὶ μάλα εἰκότως, τὸν ἔν γε τούτοις παρὰ Θεοῦ λόγον. Δώσω γὰρ αὐτοῖς, φησὶν, ἐν τῷ οἴκῳ μου, καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστόν. Οἶκον δὲ καὶ τεῖχος, ἤτοι τὸν περίβολον καὶ ἀσφάλειαν ἀποκαλεῖν ἔοικε τὴν Ἐκκλησίαν, τὴν ἄνω που τάχα καὶ ἐν οὐρανοῖς, ἤγουν τὴν ἐπὶ γῆς, εἰς ἣν διαπρέπουσιν ἄνδρες ἁγνείᾳ καὶ σεμνότητι σύντροφοι, καὶ τὸ τῆς ἐγκρατείας ἀναδούμενοι καύχημα, καὶ πολυπαιδίας κρείττονα τὴν ἐπὶ τούτῳ δόξαν ἡγούμενοι, καὶ τό γε ἧκον εἰς σεμνότητα πολιτείας εὐνούχων οὐδὲν διαφέροντες. Οὗτοι δέχονται παρὰ Θεοῦ δόξαν αἰώνιον· δηλοῖ δὲ τοῦτο τοὔνομα, καὶ οὐκ ἂν ἐκλείψοι ἐν αὐτοῖς ἡ παρ' αὐτοῦ χάρις· ἐξαίρετα γὰρ τῆς ἐγκρατείας τὰ γέρα, πλὴν οὐχ ἁπλοῖς εὐνούχοις τὴν τῶν οὕτω λαμπρῶν ἀξιωμάτων ἐπαγγέλλεται χορηγίαν, ἀλλὰ τοῖς φυλάττουσι τὰ Σάββατα αὐτοῦ, Χριστοῦ δὲ δηλονότι· ἕτερα δὲ, ὡς ἔφην, τὰ αὐτοῦ Σάββατα παρὰ τοῦ νόμου. Τὰ μὲν γὰρ ἦν ἐν τύποις, τὰ δὲ τῷ τῆς ἀληθείας καταφαιδρύνεται κάλλει. Καὶ ἐπεὶ τοῖς ἐπιλεξαμένοις [ἅπερ] αὐτὸς βούλεται, καὶ ἀντεχομένοις τῆς διαθήκης αὐτοῦ. Βούλεται δὲ Χριστὸς οὐ τὰ ἐν σκιαῖς καὶ γράμμασι νομικῶς, ἀλλὰ καὶ τὰ ἐν τῇ διαθήκῃ τῇ παρ' αὐτοῦ· δῆλον δὲ ὅτι τῇ νέᾳ τε καὶ εὐαγγελικῇ. Καὶ τοῖς ἀλλογενέσι τοῖς προσκειμένοις Κυρίῳ δουλεύειν αὐτῷ, καὶ ἀγαπᾷν τὸ ὄνομα Κυρίου, τὸ εἶναι αὐτῷ εἰς δούλους καὶ δούλας, καὶ πάντας τοὺς φυλασσομένους τὰ Σάββατά μου μὴ βεβηλοῦν, καὶ ἀντεχομένους τῆς διαθήκης μου, εἰσάξω αὐτοὺς εἰς τὸ ὄρος τὸ ἅγιόν μου, καὶ εὐφρανῶ αὐτοὺς ἐν τῷ οἴκῳ τῆς προσευχῆς μου. Τὰ ὁλοκαυτώματα αὐτῶν, καὶ αἱ θυσίαι αὐτῶν ἔσονται δεκταὶ ἐπὶ τὸ θυσιαστήριόν μου. Ὁ γὰρ οἶκός μου οἶκος προσευχῆς προκληθήσεται πᾶσι τοῖς ἔθνεσιν, εἶπε Κύριος ὁ συνάγων τοὺς διεσπαρμένους Ἰσραήλ. Συναπτέον τοῖς ἀνόπιν καὶ ταῦτα, ἵν' ᾖ τοιοῦτον τὸ λεγόμενον· Τάδε λέγει Κύριος τοῖς εὐνούχοις, καὶ τοῖς ἀλλογενέσι τοῖς προσκειμένοις Κυρίῳ δουλεύειν αὐτῷ. Οὐκοῦν διαλέγεται τοῖς ἐξ ἐθνῶν, καὶ οὔτι που μόνοις τοῖς ἐξ αἵματος Ἰσραὴλ, οἳ τὴν ὀφρὺν ἀνασπῶντες ὑψηλὴν κατεπεφύοντο τῶν ἀλλογενῶν, μερίδα καὶ κλῆρον Θεοῦ καὶ λαὸν ἅγιον ἑαυτοὺς ὀνομάζοντες· φάσκοντες τὸ, «Μακάριοί ἐσμεν Ἰσραὴλ, ὅτι τὰ ἀρεστὰ Κυρίῳ γνωστὰ ἡμῖν ἐστι.» Πρόδηλον οὖν, ὅτι οὐ σαρκικῆς εὐγενείας δύναμις συνάπτει Θεῷ· οὐ γὰρ ὅτι γεγόνασιν ἐξ Ἀβραὰμ, κλῆρος Θεοῦ μεμενήκασι, καταλογισθεῖεν δ' ἂν εἰς λαὸν αὐτοῦ διὰ συναφείας τῆς πνευματικῆς οἱ αὐτῷ προσκείμενοι, κἂν εἴ τινες εἶεν ἀλλογενεῖς, προσκείμενοι δὲ διὰ πίστεώς τε, καὶ τὴν ὑπ' αὐτῷ δουλείαν ἡγεῖσθαι καύχημα, καὶ ἀγαπᾷν τὸ ὄνομα αὐτοῦ· ἀγαπᾷν δὲ