Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1248
Not analysed yet
οὕτως ὡς διὰ τῆς εἰσάπαν ὑποταγῆς τῆς αὐτοῦ βασιλείας ὑποτρέχειν ἀεὶ τὸν ζυγὸν, μὴ ἐξισταμένους ἐφ' ἃ μὴ θέμις, μήτε μὴν εὐπαραφόρως ἔχοντας εἰς τὸ ἑλέσθαι παλινδρομεῖν, ἐπί γε τὸ δεῖν προσκεῖσθαι θεοῖς ἑτέροις, ἐρηρεισμένην δὲ μᾶλλον καὶ ἀκράδαντον ἔχοντας διάνοιαν, οὕτω τε φυλασσομένους τὰ Σάββατα αὐτοῦ, ὥστε μὴ βεβηλοῦν αὐτὰ, Χριστοῦ δὲ δηλονότι. Σαββατίζουσι γὰρ Ἰουδαῖοι κατὰ τὸν νόμον, τὴν σάρκα τηροῦντες ἔξω πόνου παντὸς, καὶ ἀργίαν ἐπιτηδεύοντες τὴν ὡς ἐν ἔργοις σωματικοῖς. Ἀλλ' ὁ τοιοῦτος σαββατισμὸς ἀπόβλητος ἦν παρὰ Θεῷ· ὁ δὲ εἰσελθὼν εἰς τὴν κατάπαυσιν τοῦ Χριστοῦ, καὶ νοητῶς σαββατίζων, κατέπαυσεν ἀπὸ τῶν ἰδίων ἔργων. Γράφει γοῦν οὕτως ὁ πάνσοφος Παῦλος. Τοὺς νῦν ἀλλογενεῖς εἰσάξειν ἐπαγγέλλεται εἰς τὸ ὄρος τὸ ἅγιον αὐτοῦ, καὶ κατευφραίνειν αὐτοὺς ἐν τῷ οἴκῳ τῆς προσευχῆς αὐτοῦ. Ἐνταῦθά μοι βλέπε τὴν τοῦ νόμου σκιὰν ἀνατετραμμένην, καὶ τὴν παλαιότητα τοῦ γράμματος ἀπρακτοῦσαν ἤδη πως. Πάντα γὰρ γέγονεν ἐν Χριστῷ καινὰ, τὰ ἀρχαῖα παρῆλθεν. Ἀπέφησε μὲν ὁ νόμος τοῦ δεῖν εἰς οἶκον ἰέναι Θεοῦ τοὺς ἀλλογενεῖς· ἔφη γάρ· «Οὐκ εἰσελεύσεται Ἀμμονίτης καὶ Μωαβίτης εἰς Ἐκκλησίαν Κυρίου.» Ὁ δέ γε τῶν ὅλων Σωτὴρ καὶ Κύριος εἰς καινότητα τὴν πνευματικὴν τὰ καθ' ἡμᾶς μεθιστὰς, εἰσάξειν εἰς τὸν οἶκον τὸν ἅγιον ἑαυτοῦ κατεπαγγέλλεται τοὺς ἀλλογενεῖς. Ὄρος γὰρ ἅγιον οὐδὲν ἕτερον εἶναί φησι, πλὴν ὅτι τὴν ἑαυτοῦ Ἐκκλησίαν, εἰς ἢν εἰσελάσαντες κατευφραίνονται τοῖς παρ' αὐτοῦ χαρίσμασιν, ἐντρυφῶντες δηλονότι, καὶ τὴν τῶν ἁγίων πλουτοῦντες ἐλπίδα· ὅτι δὲ πολιτεύσονται καθαρῶς, εὐμενῆ τε καὶ ἵλεω τὸν τῶν ὅλων ἕξουσι Θεὸν, διαμεμήνυκεν εἰπὼν, ὅτι Τὰ ὁλοκαυτώματα αὐτῶν, καὶ αἱ θυσίαι αὐτῶν ἔσονται δεκταὶ ἐπὶ τὸ θυσιαστήριόν μου. Γέγονε δὲ ὁ λόγος ὡς ἐκ παραδείγματος καὶ τύπου τῆς κατὰ νόμον λατρείας. Πάλαι μὲν γὰρ κριοὺς καὶ ταύρους ὁλοκαυτοῦν ἔθος ἦν τοῖς ἐξ Ἰσραὴλ, θυσίας τε προσάγειν. Ἐπειδὴ δὲ, ὡς ἔφην, παρελήλακεν ἡ σκιὰ, οὐ τὴν δι' αἱμάτων ποιοῦνται πρόσοδον οἱ ἐξ ἐθνῶν κεκλημένοι, ἀλλ' οἷον ἑαυτοὺς ἱερουργοῦσι τῷ Θεῷ, κόσμῳ μὲν ἀποθνήσκοντες, ζῶντες δὲ τῇ δικαιοσύνῃ, καθὰ γέγραπται. Ἔσονται δὲ δεκτοὶ, καὶ εἰς ὀσμὴν εὐωδίας, οἱ μὲν ὅλην ἑαυτῶν τὴν ζωὴν ὥσπερ ἱερὰν ἀποφαίνοντες, ὡς ἐν τάξει νοεῖσθαι τῶν ὁλοκαυτωμάτων· οἱ δὲ ὡς θυσίαν μερικὴν, ὁποία τίς ἐστιν ἡ τῶν ἐν Κυρίῳ γεγαμηκότων ζωὴ, μεμερισμένων τρόπον τινὰ Θεῷ τε καὶ κόσμῳ. Τὰ γὰρ εἰς θυσίας προσφερόμενα τῶν ζώων οὐχ ὁλόκληρα τοῖς θυσιαστηρίοις ἐναπετίθετο μᾶλλον, ἀλλ' ἐξ ἡμισείας, ἤγουν ἐκ μέρους. Δεκτοὶ τοιγαροῦν οἱ ἀλλογενεῖς, ἑαυτοὺς ἀνατιθέντες εἰς εὐοσμίαν πνευματικήν. Ὅτι δὲ οὐχὶ μόνοις τοῖς ἐξ Ἰσραὴλ ὁ θεῖος ἐκνενέμηται νεὼς, ἤγουν ὁ οἶκος τῆς προσευχῆς τοῦ ἐπὶ πάντας Θεοῦ, αἰνεῖται δὲ μᾶλλον τοῖς ἀνὰ πᾶσαν τὴν γῆν δι' ἐπιστροφῆς καὶ πίστεως καλουμένοις εἰς ἐπίγνωσιν αὐτοῦ, καθίστησιν ἐναργὲς εἰπὼν, ὅτι Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσι τοῖς ἔθνεσι. Τίς οὖν ἄρα ἐστὶν ὁ ταῦτα