Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1249
Not analysed yet
προϋπισχνούμενος; Ἆρ' ὁ θεσπέσιος προφήτης Ἡσαΐας ὡς ἀπὸ γνώμης ἰδίας; Οὐ μὲν οὖν. Εἶπε γὰρ ὁ Κύριος, φησὶν, ὁ συνάγων τοὺς διεσπαρμένους Ἰσραήλ. Οὗτοι τοιγαροῦν οἱ λόγοι, καὶ τοῦ κατοικτείροντος αἱ φωναί· φύσει γὰρ ὑπάρχων ἀγαθὸς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Πλὴν ὅτι τὸ τῆς ἡμερότητος μέγεθος οὐκ ἐπὶ μόνοις ὤφθη τοῖς ἐξ ἐθνῶν, ἐπιλάμψαντος τῷ κόσμῳ Χριστοῦ, ἀλλὰ γὰρ καὶ ἐπὶ τοὺς ἐξ αἵματος Ἰσραὴλ, σαφὲς ἂν γένοιτο διειπόντος αὐτοῦ τὸ, Εἶπεν ὁ Κύριος ὁ συνάγων τοὺς διεσπαρμένους Ἰσραήλ. Ἦσαν οὖν ἄρα καὶ αὐτοὶ κατεσκεδασμένοι, καὶ οὐχὶ μᾶλλον σωματικῶς, ἤγουν ἔξω που τῆς Ἰουδαίας ἀπενηνεγμένοι, καὶ εἰς πόλεις ὄντες ἑτέρας ἢ χώρας, ἀλλ' ὡς τῆς ἐννόμου πολιτείας ἀποφοιτήσαντες, καὶ τῆς εἰς Θεὸν ἀγάπης ἀποπηδήσαντες· οὐ γὰρ τετηρήκασι τὴν δοθεῖσαν ἐντολήν· εὑρήσομεν δὲ πλεισταχοῦ, καὶ ταῖς τῶν εἰδώλων θεραπείαις προσνενευκότας αὐτοὺς, καὶ χείλεσι μὲν τιμῶντας Θεὸν, ἀπεσχοινισμένην δὲ αὐτῶν τὴν διάνοιαν ἔχοντας, καὶ μάτην αὐτὸν σεβομένους, διδάσκοντάς τε διδασκαλίας, ἐντάλματα ἀνθρώπων. Οὐκοῦν μὴ καυχάσθω τῶν ἀλλογενῶν ὁ δυσάγωγος Ἰσραήλ· ἠλέηνται γὰρ ἐν ἴσῳ τρόπῳ καὶ αὐτοὶ παρὰ Θεοῦ· κατελήφθησαν γὰρ, οὐκ ἀκράδαντον ἔχοντες τὸ γνήσιον, οὔτε μὴν ἀμώμητον εἰσάπαν τὸ εὐπαθὲς, κατεσκεδασμένοι δὲ μᾶλλον καὶ ἐσπαρμένοι, καθάπερ ἔφην ἀρτίως. Ὅτι συνάξω ἐπ' αὐτὸν συναγωγήν. Πάντα τὰ θηρία τὰ ἄγρια, δεῦτε, φάγετε, πάντα τὰ θηρία τοῦ δρυμοῦ. Ἴδετε ὅτι πάντες ἐκτετύφλωνται, καὶ οὐκ ἔγνωσαν φρονῆσαι. Πάντες κύνες ἐννεοὶ οὐ δυνάμενοι ὑλακτεῖν, ἐνυπνιαζόμενοι κοίτην, φιλοῦντες νυσταγμὸν, καὶ ὡς κύνες ἀναιδεῖς τῇ ψυχῇ, οὐκ εἰδότες πλησμονὴν, καὶ εἰσὶ πονηροὶ οὐκ εἰδότες σύνεσιν, πάντες ἐν ταῖς ὁδοῖς αὐτῶν ἐξηκολούθησαν, ἕκαστος κατὰ τὸ αὐτό. Διχῆ τοῖς γεγραμμένοις προσβαλεῖς· ἢ γὰρ θηρία φησὶν ἀτίθασσά τε καὶ ἀνήμερα, τοὺς ἐξ ἐθνῶν, ἅτε δὴ καὶ ὑπὸ τυράννῳ τεθραμμένα τοιούτῳ, τῷ διαβόλῳ φημὶ, καὶ οἷον ἐκτεθηριωμένοι, καὶ ζῶντες οὐκ ἀνθρωπίνως· ἤγουν θηρία καλεῖν ἔοικε τοὺς καταδῃώσαντας τὸν Ἰσραὴλ, καὶ ὅλῳ τῷ στόματι φαγόντας αὐτὸν διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν. Καὶ εἰ μὲν τῶν ἐθνῶν ὡς θηρίων διαμέμνηται, φαμὲν αὐτοῖς προσπεφωνῆσθαι παρὰ Θεοῦ τὸ, Δεῦτε, φάγετε. Σημαίνει δὲ τοῦτο πᾶσαν αὐτοῖς ἀμφιλαφίαν δεδόσθαι παρ' αὐτοῦ τῶν ἱερῶν χαρισμάτων, καὶ παρατεθεῖσθαι τράπεζαν τὴν ζωοποιόν· κατεδηδόκασι γὰρ καὶ αὐτοὶ τὸν ἄρτον τῆς ζωῆς, μέτοχοι γὰρ γεγόνασι τοῦ Χριστοῦ, καὶ σύσσωμοι τῶν ἁγίων, ὥστε καὶ χαίροντας λέγειν· «Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει, εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με, τὴν ψυχήν μου ἐπέστρεψεν. Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν.» Ἔφη δὲ καὶ δι' ἑνὸς τῶν ἁγίων προφητῶν· «Φάγετε, πίετε, καὶ μεθύσθητε, οἱ πλησίον.» Μακρὰν γὰρ ὄντες Θεοῦ γεγόνασιν ἐγγὺς διὰ τῆς πίστεως, οἱ ποτὲ πλανώμενοι καὶ τῆς ἱερᾶς ἐμπέπληνται τροφῆς· γέγραπται γὰρ, ὅτι «Ἄρτος στηρίζει καρδίαν ἀνθρώπου.» Εἰ δὲ δὴ θηρία νοοῖντο πρὸς