Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1252
Not analysed yet
ἡμῶν οἱ καταφαγόντες τὸν Ἰσραὴλ, τὸ Δεῦτε, φάγετε, μονονουχὶ παραῤῥιπτοῦντός ἐστιν αὐτοῖς τοὺς ἠσεβηκότας, καὶ οἷς τὸ παθεῖν πρέπει, καὶ μάλα εἰκότως· ἀπεκτόνασι γὰρ τὸν ἀρχηγὸν τῆς ζωῆς, τὴν πίστιν οὐ προσηκάμενοι, καὶ γεγόνασι μακρὰν οἱ ἐγγὺς, καὶ λαὸς οὐκέτι Θεοῦ, κατεστυγημένοι δὲ μᾶλλον ὡς Κυριοκτόνοι. Ἵνα δὲ μὴ φαίνηται Θεὸς κολάζων εἰκῆ, καὶ δίκας αἰτῶν τὰς ἐπ' οὐδενὶ, παρατίθησιν εὐθὺς τὰς αἰτίας, αἷς δὴ καὶ ἔνοχοι γεγονότες δέδονται πρὸς ὄλεθρον τοῖς ἐχθροῖς, ἤτοι τοῖς θηρσὶ πρὸς κατάβρωμα. Ἴδετε γὰρ, φησὶν, ὅτι πάντες ἐκτετύφλωνται, οὐκ ἔγνωσαν φρονῆσαι. Τυφλοὶ γὰρ ὄντως οἱ ἐξ Ἰσραὴλ, μάλιστα δὲ τῶν ἄλλων οἱ Γραμματεῖς τε καὶ οἱ Φαρισαῖοι, καὶ οἱ καθηγεῖσθαι λαχόντες τῆς Συναγωγῆς. Οὐ γὰρ παρεδέξαντο φῶς τὸ ἀληθινὸν, οὔτε μὴν ἠθέλησαν γνῶναι Χριστὸν, καίτοι βοῶντα σαφῶς ποτὲ μὲν, ὅτι «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου,» ποτὲ δὲ πάλιν, «Ἐγὼ φῶς εἰς τὸν κόσμον τοῦτον ἐλήλυθα· ὁ ἀκολουθῶν ἐμοὶ, οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς.» Ἐξὸν οὖν ἄρα καταπλουτῆσαι τὸ φῶς προσηκαμένους τὴν πίστιν, τοῦτο μὲν οὐ πεπράχασιν, ὡς δὲ ὁ προφήτης φησὶν, Ὑπομεινάντων αὐτῶν φῶς, ἐγένετο αὐτοῖς σκότος, μείναντες αὐγὴν ἐν ἀωρίᾳ περιεπάτησαν. Ἔφη δὲ καὶ αὐτὸς ὁ Σωτὴρ περί τε αὐτῶν καὶ τῶν ὑπὸ χεῖρα λαῶν, ὅτι «Τυφλοί εἰσι καὶ τυφλῶν ὁδηγοί.» Ἅπαντες τοίνυν ἐκτετύφλωνται, φησὶ, καὶ οὐκ ἔγνωσαν φρονῆσαι. Καὶ γὰρ ἦν κατὰ τὸ ἀληθὲς ἀνδρῶν ἐμφρόνων καὶ συνετῶν, τὸ ἐπιδράξασθαι γοργῶς τοῦ τῆς σωτηρίας παρόντος καιροῦ· προέτρεπε γοῦν αὐτοὺς εἰς τοῦτο λέγων ὁ θεσπέσιος Δαβίδ· «Δράξασθε παιδείας μήποτε ὀργισθῇ Κύριος, καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας, ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ ἐφ' ὑμᾶς.» Ἐπειδὴ δὲ οὐκ ἐπεδράξαντο τῆς διὰ Χριστοῦ παιδείας, ἐξεκαύθη κατ' αὐτῶν ὁ θυμὸς, καὶ ἀπολώλασιν ἐξ ὁδοῦ δικαίας, τουτέστιν, ἔξω γεγόνασι πολιτείας εὐαγγελικῆς, δι' ἧς καὶ μόνης οἱ τῆς ἀρεσκούσης Θεῷ δικαιοσύνης ἐκλάμπουσι τρόποι. Πρὸς δέ γε τὸ εἶναι τυφλοὶ, φησὶ, καὶ κύνες ἦσαν ἐννεοὶ, οὐ δυνάμενοι ὑλακτεῖν, ἐνυπνιαζόμενοι κοίτην, φιλοῦντες νυσταγμόν· ὡς ἐκ παραδείγματος ἐναργοῦς τοὺς περὶ αὐτῶν ποιεῖται λόγους. Οἱ μὲν γὰρ ταῖς ποίμναις ἑπόμενοι κύνες κύκλῳ περινοστοῦντες ἀεὶ, κρείττους εἰσὶ καὶ ὕπνου καὶ νυσταγμοῦ. Εἰ γάρ πού τι τῶν ἀτιθάσσων ὀφθείη θηρίων, καθυλακτοῦσιν εὐτόνως, καὶ παντὶ σθένει χρώμενοι τῶν θρεμμάτων ἀποσοβεῖν ἐπείγονται, καὶ τοῦτο ἔργον αὐτοῖς. Τούτοις ἐοικέναι χρὴ τοὺς τῶν λογικῶν ποιμνίων προεστηκότας, καθηγητὰς δηλονότι καὶ διδασκάλους, ὥστε κήδεσθαι καὶ τῶν ὑπεζευγμένων, καὶ ἀπελαύνειν τοὺς καθ' ὁντιναοῦν τρόπον ἀδικεῖν ἐθέλοντας, καὶ ἀποφέροντας μὲν τῆς εἰς Θεὸν ἀγάπης, κατολιγωρεῖν ἀναπείθοντας τῆς εἰς αὐτὸν αἰδοῦς, εἰς δὲ τὸ αὐτοῖς δοκοῦν ἁρπάζοντας. Ἀλλ' οὐκ ἤθελον εἶναι τοιοῦτο τῆς Ἰουδαίων Συναγωγῆς οἱ προεστηκότες· μᾶλλον γὰρ ἦσαν κύνες ἐννεοὶ, νυσταγμὸν φιλοῦντες, καὶ κοίτην ἐνυπνιαζόμενοι.