Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.128
Not analysed yet
ἄγονον εἶναί τινα τῶν τελούντων ἐν ἀνδράσιν. Εὐθὺς γὰρ αὐτοῖς ὁ τῆς ἀγόνου καὶ στείρας προσετρίβετο μῶμος. Καὶ πνευματικὸς μὲν ὁ νόμος ἦν. Ἐπηγγέλλετο γὰρ ὁ τῶν ὅλων Θεὸς ὅτι ὁ νοητὸς Ἰσραὴλ, τοῦτ' ἔστι, νοῦς ὁρῶν Θεὸν, οὐκ ἄκαρπος ἔσται, οὔτε ἀπεστειρωμένος, ἔγκαρπος δὲ μᾶλλον καὶ γῆ τις ὥσπερ καλὴ καὶ ἐξαίρετος. Πλὴν ἐνόουν Ἰουδαῖοι σαρκικῶς, ψυχικοὶ γὰρ ἦσαν, πνεῦμα μὴ ἔχοντες. Ἔσται τοίνυν, φησὶν, τοσαύτη σπάνις ἀῤῥένων κατὰ τὴν χώραν, δαπανήσαντος τοῦ πολέμου τὸ γένος, ὡς ἑπτὰ γυναῖκας ἤτοι πολλὰς ἑνὸς ἀνδρὸς ἐπιλαμβάνεσθαι καὶ λέγειν· «Τὸν ἄρτον ἡμῶν φαγόμεθα, καὶ τὸ ἱμάτιον ἡμῶν περιβαλούμεθα· πλὴν τὸ ὄνομα τὸ σὸν κεκλήσθω ἐφ' ἡμᾶς, ἀφεῖλε τὸν ὀνειδισμὸν ἡμῶν.» Ὁρᾷς ὅπως δεδείασι τῆς ἀτοκίας τὸν ὀνειδισμὸν, καὶ τὸ τῆς ἀγόνου καὶ στείρας παραιτοῦνται ὄνομα λίαν; Προσέρχονται γὰρ οὐ τὰ συνήθη ζητοῦντες, καὶ ὅσα δέχεσθαι γυναιξὶ παρὰ τῶν συνοικούντων ἔθος· ἑαυταῖς γὰρ ἀρκέσειν εἰς τοῦτό φασιν, αἰτοῦσι δὲ μόνον, ὡς ἔφην, τοῦ ὀνειδισμοῦ τὴν ἀφαίρεσιν. Ἄθρει δὴ οὖν τοῦ λόγου τὸ βάθος. Εἰ μὲν γὰρ πλούσιος ἦν ὁ παρακαλούμενος, οὐκ ἂν ἔφασαν αἱ γυναῖκες· Τὸν ἄρτον ἡμῶν φαγόμεθα, καὶ τὸ ἱμάτιον ἡμῶν περιβαλούμεθα. Ἐπειδὴ δὲ ἴσασι τοὺς ἐκ τοῦ πολέμου σεσωσμένους καὶ διαφυγόντας μόλις ἐν ἐσχάτῃ πεσόντας πτωχείᾳ, καὶ πολλὴν ἔχοντας ἀθλιότητα, ζητοῦσι μὲν παρ' αὐτῶν παντελῶς οὐδὲν, αἰτοῦσι δὲ μόνον τὸ τέκνων γενέσθαι μητέρες Καὶ ὁ μὲν λόγος τῆς ἱστορίας ἐν τούτοις. Ἀποκομίζουσι δὲ τὸ προκείμενον εἰς θεωρίαν πνευματικὴν, οὐκ οἶδ' ὅπως, τινὲς οὐ σφόδρα ποιοῦντες ὀρθῶς· ἢ γὰρ ἂν ἐπαίνου παντὸς ἦσαν ἄξιοι. Φασὶ γὰρ εἶναι ἑπτὰ τὰς γυναῖκας, τὰ ἑπτὰ πνεύματα· ἄνθρωπόν γε μὴν ἔνα τὸν Χριστόν. Εἶτα τοῦ πρέποντος ὀλίγα πεφροντικότες, τὰ ἑπτὰ πνεύματά φασι λέγειν οὕτως· Ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν, καὶ τὸν ἄρτον ἡμῶν φαγόμεθα, καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα. Καίτοι πῶς οὐκ ἄμεινον εἰπεῖν, τὰς ἑπτὰ γυναῖκας πολλὰς εἶναι ψυχὰς, αἳ καὶ ἐπελάβοντο διὰ πίστεως τοῦ Χριστοῦ, αὐτὸν ὡς ἄρτον ζητοῦσαι καὶ ὡς ἱμάτιον σωτηρίου, καὶ τὸν ἀπ' αὐτοῦ ζητοῦσαι καρπόν. Τοιοῦτον γάρ τι καὶ ὁ μακάριος ἔφη Δαβὶδ περὶ τοῦ πάντων Σωτῆρος Χριστοῦ· «Ὁ κατοικίζων στείραν ἐν οἴκῳ μητέρα τέκνων εὐφραινομένην.» Εἴρηται δὲ καὶ στείρα τεκεῖν ἑπτὰ, τοῦτ' ἔστι πολλά. Διάφοροι γὰρ ἀρεταὶ, καὶ οὐ μία μᾶλλον, ἀλλὰ πολλαὶ, ὧν εἰσι μητέρες αἱ φιλόθεοι ψυχαί. Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ Θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ γῆς, τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραήλ. Καὶ ἔσται τὸ ὑπολειφθὲν ἐν Σιὼν, καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλήμ· ἅγιοι κληθήσονται πάντες οἱ κληθέντες εἰς ζωὴν ἐν Ἱερουσαλήμ. Ἐνδοιαζόντων τινῶν κατὰ ποῖον ἔσται καιρὸν τὰ ἐπί γε ταῖς τῶν Ἰουδαίων γυναιξὶν, ἤτοι πάσης αὐτῶν τῆς χώρας προανηγορευμένα διὰ τῆς τοῦ προφήτου φωνῆς, πότερα πρὸ τῆς τοῦ Σωτῆρος ἐπιδη-