Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1253
Not analysed yet
Καίτοι γὰρ δέον τοῖς ὑπὸ χεῖρα λαοῖς εἰσηγεῖσθαι τὰ χρήσιμα, καὶ τῶν ἑτεροδιδασκαλεῖν εἰωθότων τὰς ἐφόδους ἀποσοβεῖν, τοῦτο μὲν οὐκ ἔδρων, αὐτοὶ δὲ μᾶλλον αὐτοὺς τοῖς τῆς ἀπωλείας ἐνίεσαν βόθροις. Καὶ τοῦτο διδάξει λέγων ὁ τῶν ὅλων Θεός· «Οἱ ἱερεῖς σου οὐκ εἶπαν· Ποῦ ἐστι Κύριος; καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με, καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμὲ, καὶ οἱ προφῆται ἐπροφήτευον τῇ Βάαλ.» Οὐκοῦν ὥσπερ κύνες καθυλακτεῖν μὲν τῶν ταῖς ποίμναις ἐπηρεαζόντων οὐκ ἤθελον, ἐμιμοῦντο δὲ τῶν κυνῶν τὴν ἀναισχυντίαν, καὶ τὸ μὴ εἰδέναι πλησμονήν. Φιλόπλουτοι γὰρ ὄντες, καὶ λημμάτων αἰσχρῶν ἡττώμενοι, καὶ δωροδοκίαις ἐπιγαννύμενοι παρηνόμουν, οἳ καὶ αἰσχυνόμενοι ψῆφον ἄδικον καταφέροντες ἔσθ' ὅτε τῶν ἀδικούντων μηδὲν, δικαιοῦντες δὲ τὸν ἀσεβῆ, οὐ γὰρ ᾔδεισαν πλησμονὴν, τουτέστι, κόρον λημμάτων αἰσχρῶν δηλονότι· καὶ ἐπὶ τούτοις αὐτοὺς καὶ αὐτὸς ὁ Σωτὴρ ᾐτιᾶτο λέγων· «Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον, καὶ τὸ ἄνηθον, καὶ Τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν, καὶ τὸν ἔλεον καὶ τὴν πίστιν.» Ἔφη δὲ περὶ αὐτῶν καὶ ὁ θεσπέσιος προφήτης Ἡσαΐας· «Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη, νῦν δὲ φονευταί; Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον, οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι, οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσέχοντες.» Ναὶ μὴν καὶ ὁ θεσπέσιος Ἀββακοὺμ, ἐπ' αὐτῷ δὴ τούτῳ, μονονουχὶ καὶ δεδακρυμένως, προσεφώνει πρὸς Θεόν· «Ἕως τίνος, Κύριε, Κύριε, κράξομαι καὶ [οὐκ] εἰσακούσῃ; βοήσομαι πρὸς σὲ ἀδικούμενος, καὶ οὐ σώσεις; Ἵνατί μοι ἔδειξας κόπους, καὶ πόνους, ἐπιβλέπειν ταλαιπωρίαν, καὶ ἀσέβειαν; ἐξ ἐναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει. Διὰ τοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρίμα, ὅτι ὁ ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον. Ἕνεκεν τούτου ἐξελεύσεται τὸ κρίμα διεστραμμένον.» Οὐκοῦν τὸ μὲν φιλογρήγορον τῶν ἐν ἀγέλαις κυνῶν ζηλοῦν οὐκ ἤθελον, ἀπεμιμοῦντο δὲ μόνον αὐτοὺς κατά γε τὸ εἶναι καταφρονητὰς μὲν ἁπάσης αἰδοῦς, ἐγκεῖσθαι δὲ ἀκορέστως ταῖς τῶν λημμάτων συλλογαῖς. Καὶ πρός γε τούτῳ, πονηροὺς αὐτοὺς εἶναί φησι, καὶ οὐκ εἰδέναι σύνεσιν. Οὐκοῦν ἀσύνετος ὁ πονηρός· ἡ γὰρ σύνεσις πρέποι ἂν μάλιστα τοῖς εἰωθόσιν ἀγαθουργεῖν, πονηρία δὲ φρενὸς ἀπέστω τῆς ἀγαθῆς. Ἴσον γὰρ ἰδεῖν ψώραν τε καὶ ἕλκος ἐν σώματι, καὶ πονηρίαν εἰς νοῦν· ἀσύνετον γὰρ αὐτὸν ἀποφαίνει καταφέρουσα πρὸς σκαιότητα, καὶ ἀποτελοῦσα δύστροπον. Ἐπειδὴ δὲ πονηροὶ γεγόνασι καὶ ἀσύνετοι, ταύτης ἕνεκα τῆς αἰτίας πάντες, φησὶν, ἐν ταῖς ὁδοῖς αὐτῶν ἐξηκολούθησαν ἕκαστος κατὰ τὸ αὐτό· ἀφέντες γὰρ ὥσπερ τὸ εὐθὺ φέρεσθαι παντὸς ἀγαθοῦ, καὶ τὸ δεῖν ἕπεσθαι τοῖς τεθεσπισμένοις, τοῖς σφῶν θελήμασιν ὅλας ὥσπερ ἀφέντες ἡνίας, ἔπραττον τὸ καθ' ἡδονὴν, καὶ οὐ καθ' ἕνα μόνον, ἀλλὰ γὰρ καὶ κατὰ τὸ αὐτὸ, τουτέστιν, ὁμοῦ καὶ κατὰ πληθύν. Εὑρήσομεν δὲ τοὺς τῶν Ἰουδαίων καθηγητὰς ἔκτοπά