Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1256
Not analysed yet
τε καὶ τοῖς θείοις ἀπᾴδοντα νόμοις, καὶ ἐν συλλόγοις αὐτῶν, καὶ συνεδρίοις βουλευομένους, καὶ πράττοντας. Πεπτώκασι γὰρ οὕτω καὶ εἰς τὰ τῆς Κυριοκτονίας ἐγκλήματα, ἐτράποντο δὲ καὶ ἑτέρως ἕκαστος εἰς τὴν ὁδὸν αὐτοῦ. Φιλήδονοι γὰρ ἦσαν μᾶλλον ἢ φιλόθεοι, κα τοῖς τοῦ παρόντος βίου περισπασμοῖς ἐφήδοντο μᾶλλον, τῆς ἐννόμου τε καὶ ἀρίστης ζωῆς εἰσάπαν ὀλιγωρήσαντες. Ἴδετε ὡς ὁ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ, καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ. Ἀπὸ γὰρ προσώπου ἀδικίας ἦρται ὁ δίκαιος, ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ, ἦρται ἐκ τοῦ μέσου. Ἀποφήνας ὅτι κύνες γεγόνασιν ἐννεοὶ, καὶ ἀκόρεστοι πρὸς φιλοκερδίαν, προσαποδείκνυσιν ἐν τούτοις ῥᾳθύμους ὄντας, καὶ καταφρονητὰς, ὡς καὶ ἐπὶ τοῖς ἐσχάτοις τῶν πλημμελημάτων ἀτέγκτως ἔχειν, καὶ τὸ χρῆναι μετανοεῖν οὐδὲ εἰς νοῦν βούλεσθαι προθυμουμένους. Ἀπώλετο γὰρ, φησὶν, ὁ δίκαιος, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ, καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ. Ἔοικε δὲ διὰ τούτων ὑποδηλοῦν τὰ εἰς Χριστὸν τολμήματα τῆς Ἰουδαίων ἀγέλης, καὶ ὅσα πεπράχασι κατὰ τῶν ἁγίων ἀποστόλων· ἀπεκτόνασι μὲν γὰρ τὸν Ἰησοῦν, μονονουχὶ τὸ προφητικὸν ἐκεῖνο βοῶντες, καὶ λέγοντες· «Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι,» καὶ τό γε ἧκον εἰς τὸν ἐνόντα σκοπὸν αὐτοῖς, ἀπώλετο δίκαιος ὢν, τουτέστιν, οὐκ εἰδὼς ἁμαρτίαν· οὐ γὰρ ἐπ' αἰτίαις εὐλόγοις ἀπεκτόνασιν αὐτὸν, ἄνδρας τε ὄντας δικαίους, τοὺς τὸ θεῖον αὐτοῖς καὶ εὐαγγελικὸν πρεσβεύοντας λόγον, καὶ καλοῦντας εἰς μετάγνωσιν τῆς ἐνούσης αὐτοῖς ὠμότητος, εἰς πεῖραν ἐλθεῖν ἀφιλοικτιρμόνως παρεσκεύασαν. Ἀνῄρηται γοῦν παρ' αὐτοῖς ὁ θεσπέσιος Στέφανος μακρὸν πρὸς αὐτοὺς κατατείνας λόγον, καὶ δι' ὧν ἦν εἰκὸς σαγηνεύεσθαι πρὸς μετάγνωσιν, διὰ τούτων αὐτῶν κατεθήγοντο πρὸς τὸ δυσμενές. Αἴρονται τοίνυν ἄνδρες δίκαιοι, φησὶ, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ, τουτέστιν, εἰς νοῦν ἀξιοῖ βαλέσθαι τῆς δυσσεβείας τὸ μέγεθος· κατηγωνίσαντο τοὺς δικαίους, καὶ κεκρατήκασιν οἱ πονηροὶ τοῦ μὴ εἰδότος πλημμελεῖν. Ἔσται δὴ οὖν ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ· ἦρται ἐκ τοῦ μέσου. Ἄθρει δή μοι πάλιν τοῦ λόγου τὸ σχῆμα· τὸν γάρτοι σκοπὸν τῶν ἀνῃρηκότων, καὶ οὔτι που πάντως τὸ τοῦ πράγματος οὕτως ἔχον ὡς λέγεται διαδείκνυσι πέρας. Οὐ γὰρ ἦρται ἐκ τοῦ μέσου Χριστὸς, οὔτε μὴν οἱ τὰ αὐτοῦ πρεσβεύοντες, δίκαιοι καὶ αὐτοὶ τυγχάνοντες, ὡς παρ' αὐτοῦ δικαιούμενοι· γεγόνασί γε μὴν οἷον ἐκ μέσου, κατά γέ φημι τὸ τῶν ἀνῃρηκότων ἐγχείρημα· ὅτι δὲ τῶν ἀνῃρηκότων ἁπάντων κατατρέχει τὸ κατηγόρημα, καὶ οὐδεὶς ἦν ἐν τοῖς Ἰουδαίοις, ὃς ἔξω κείσεται τῆς αἰτίας, ὑπέφηνεν, εἰπών· Ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ. Καὶ ταφὴν μὲν ὀνομάζει τὸν θάνατον, τὸ δὲ, ἐν εἰρήνῃ, προστεθεὶς, ὑπέφηνεν ὅτι οὐδεὶς ἦν ὅλως ἐν τοῖς τῶν Ἰουδαίων τάγμασιν ἀνθεστηκὼς ταῖς ἀνοσίαις αὐτῶν βουλαῖς, ἤγουν ἀντανιστάμενος, καὶ τοῖς ἀνοσιουργεῖν ἐθέλουσιν ἐπιτιμῶν· ἐκ μιᾶς γὰρ ἅπαντες βουλῆς καὶ γνώμης τετολμήκασι κατὰ Χριστοῦ, εἰρηνεύοντές τε πρὸς ἀλλήλους ἀπεκτόνασιν αὐτόν.