Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1257
Not analysed yet
Ὑμεῖς δὲ προσαγάγετε ὧδε, υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης. Ἐν τίνι ἐνετρυφήτατε; καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν; καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; Οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας, σπέρμα ἄνομον; Ἐκ πολλῆς ἄγαν φιλοθεΐας ὁ θεσπέσιος προφήτης ταῖς τῶν Ἰουδαίων ἀθυροστομίαις ἐπιπηδᾷ, καὶ καταλγύνεται λίαν ἐπὶ ταῖς ἀνοσίαις αὐτῶν φωναῖς, ἃς εἰρήκασι κατὰ Χριστοῦ. Διατετελέκασι γὰρ μέχρι παντὸς οἱονεὶ χαλῶντες ἐπ' αὐτῷ τὴν γλῶσσαν, καὶ ὅλοις ὥσπερ ἱστίοις τῆς ἐνούσης ἀνεξικακίας αὐτῷ κατατρέχοντες. Τί γὰρ τῶν ἐκτόπων οὐχ ἁλοῖεν ἂν κατειρηκότες αὐτοῦ; Σαμαρείτην, καὶ οἰνοπότην, καὶ ἐκ πορνείας γεγεννημένον ὠνόμαζον αὐτὸν, καὶ δαιμονᾷν ἔφασκον τὸν ἐπιτιμῶντα δαίμοσι, καὶ ἐν Βεελζεβοὺλ ἐργάζεσθαι τὰς θεοσημίας, τὸν συντρίβοντα τὸν Βεελζεβούλ. Εἶτα τελευτῶντες Πιλάτῳ προσῆγον, καὶ κατηγόρευον αὐτοῦ, τῶν μὲν ἀληθῶν οὐδὲν, ψευδοεπείαις δὲ μᾶλλον καὶ συκοφαντίαις χρώμενοι. Ἔφασκον γὰρ, ὅτι Οὗτος ἀνασείει τοὺς ὄχλους, καὶ κωλύει φόρους διδόναι Καίσαρι· ἕτερα δὲ πρὸς τούτοις, ἃ τῆς αὐτῶν κεφαλῆς τὴν ἄσβεστον καταντλήσει φλόγα. Ἐπὶ τούτοις αὐτοὺς καὶ αὐτὸς ὁ Σωτὴρ ᾐτιᾶτο, λέγων διὰ φωνῆς Ὠσηέ· «Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ' ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ. Ἐγὼ δὲ ἐλυτρωσάμην αὐτοὺς, αὐτοὶ δὲ κατελάλησαν κατ' ἐμοῦ ψευδῆ.» Καὶ διά γε τῆς Ἱερεμίου φωνῆς· «Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. Ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ, ὡς λέων ἐν δρυμῷ· ἔδωκεν ἐπ' ἐμὲ τὴν φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν.» Πρὸς γὰρ ταῖς ἑτέραις συκοφαντίαις, αἷς πεποίηνται κατ' αὐτοῦ, πλεισταχοῦ τετολμήκασιν εἰπεῖν Πιλάτῳ προσάγοντες· «Αἶρε, αἶρε, σταύρου αὐτόν.» Δεδράκασι τοῦτο μάλιστα τῶν ἄλλων τῆς Ἰουδαίων Συναγωγῆς οἱ προεστηκότες. Καίτοι γὰρ εἰδότες, ὅτι αὐτός ἐστιν ὁ κληρονόμος, εἶπον ἐν ἑαυτοῖς· «Δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ σχῶμεν αὐτοῖς τὴν κληρονομίαν αὐτοῦ.» Ἀλλ' ἡμάρτανον τῆς ἐλπίδος. Ἀπεκτόνασι μὲν γὰρ, πλὴν οὐ μεμένηκε τῷ θανάτῳ κάτοχος· ἀνεβίω γὰρ, καὶ τὸν ἀμπελῶνα δέδωκε γεωργοῖς ἑτέροις, κακοὺς κακῶς ἀπολέσας τοὺς ἀγνώμονας καὶ Κυριοκτόνους. Ὦ τοίνυν υἱοὶ, φησὶν, ἄνομοι, ὦ σπέρμα μοιχῶν καὶ πόρνης. Καὶ μοιχοὺς μὲν ἐν τούτοις ἀποκαλεῖ τοὺς καθηγεῖσθαι λαχόντας Γραμματεῖς τε καὶ νομοδιδασκάλους, οἳ μονονουχὶ κατεμοίχωντο τὴν Συναγωγὴν, καὶ τὰ ἐκ νόμου τοῦ θείου λαλοῦντες αὐτῇ. Παρατρέπονται δὲ μᾶλλον ἐφ' ἃ μὴ θέμις, καὶ διδάσκοντες διδασκαλίαν ἐντάλματα ἀνθρώπων. Πόρνη δὲ εἰκότως ἡ τῶν Ἰουδαίων Συναγωγὴ, τὰ τῶν μοιχωμένων δεχομένη σπέρματα, καὶ τὸν τοῦ πανσόφου Μωσέως ἀθετοῦσα νόμον. Ταύτῃτοι καὶ μάλα εἰκότως υἱοὺς αὐτοὺς ἀποκαλεῖ ἀνόμους. Εἴπατε δὴ οὖν ἐν τίνι, φησὶν, ἐνετρυφήσατε, καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν, καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν