Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1260
Not analysed yet
ὑμῶν. Πολλὰς πλειστάκις ἐποιήσασθε, φησὶ, λοιδορίας κατὰ προφητῶν ἁγίων, ἀλλ' ἦσαν ἐκεῖνοι, γνήσιοι μὲν τῷ ἐπὶ πάντων Θεῷ, πλὴν οἰκέται, καὶ ὑπεζευγμένοι, καὶ μέτρον ἔχοντες τὸ ἀνθρώπινον, καὶ εἰς ὁμοδούλους ἦν τὰ παρ' αὐτῶν πλημμελήματα. Νυνὶ δὲ ἐπὶ τίνα τὴν γλῶσσαν ἐχαλάσατε; Οὐ γὰρ ἠθελήσατε λαβεῖν τὸν σώζοντα· καὶ σπέρμα ἄνομον· οὐ γὰρ ἠνέχεσθε τοῦ καταρυθμίζοντος εἰς εὐσέβειαν διὰ θεσπισμάτων εὐαγγελικῶν. Οἱ παρακαλοῦντες ἐπὶ τὰ εἴδωλα ὑπὸ δένδρα δασέα, σφάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς φάραγξιν ἀνὰ μέσον τῶν πετρῶν. Ἐκείνη σου ἡ μερὶς, οὗτός σου ὁ κλῆρος, κἀκείνοις ἐξέχεας σπονδὰς, κἀκείνοις ἀνήνεγκας θυσίας. Ἐπὶ τούτοις οὖν οὐκ ὀργισθήσομαι; Ἐπ' ὄρος ὑψηλὸν καὶ μετέωρον, ἐκεῖ σου ἡ κοίτη, καὶ ἐκεῖ ἀνεβίβασας θυσίας, καὶ ὀπίσω τῶν σταθμῶν τῆς θύρας σου ἔθηκας μνημόσυνόν σου. Κυριοκτόνους αὐτοὺς ἀποφήνας, δείκνυσιν ὅτι τὸ μισόθεον αὐτοῖς ἀῤῥώστημα, καὶ τὸ πρόχειρον εἰς μιαιφονίαν, οὐ νέον ἦν ἐν αὐτοῖς, ἀλλὰ γὰρ ἐκ πολλοῦ καὶ ἄνωθεν ἐνυπάρχον αὐτοῖς. Ὑμεῖς γάρ ἐστε οἱ κατὰ τοὺς ἄνωθεν, φησὶ, καιροὺς παρακαλοῦντες ἐπὶ τὰ εἴδωλα ὑπὸ δένδρα δασέα. Καίτοι γὰρ βραβεύοντος αὐτοῖς τοῦ διὰ Μωσέως νόμου τὰ χρήσιμα, διαῤῥήδην τε λέγοντος, «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις,» φρενοβλαβείας εἰς τοῦτο κατώλισθον, μᾶλλον δὲ δυσσεβείας ἀσχέτου καὶ τῆς πέρα μέτρου παντὸς, ὥστε καὶ εἰδώλων γενέσθαι δημιουργοὺς, καὶ ἱερουργεῖν αὐτοῖς, καὶ παρακαλεῖν, ἤτοι διδάσκειν ἑτέρους ὑπὸ δένδρα δασέα προσκυνεῖν, καὶ τιμαῖς ταῖς θεοπρεπέσιν αὐτὰ στεφανοῦν. Τοῦτο καθίστησιν ἐναργὲς ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς Ἱερεμίου λέγων· «Εἶδες ἃ ἐποίησέ μοι ἡ κατοικία τοῦ Ἰσραήλ· ἐπορεύθησαν ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσαν ἐκεῖ.» Καταλαμβάνοντες γὰρ τὰς τῶν ὀρῶν κορυφὰς καὶ τὰ τῶν ἀλσέων εὐανθέστερα, βωμοὺς καὶ τεμένη κατεσκεύαζον, θυσίας τε καὶ σπονδὰς προσεκόμιζον αὐτόθι τοῖς ἀκαθάρτοις δαίμοσιν· εἰσὶ δὲ καὶ οἱ τῶν ἰδίων ἀφειδήσαντες τέκνων. Ἔσφαξε γοῦν Ἰεχονίας τὸν ἴδιον υἱὸν τοῖς οὐκ οὖσι θεοῖς. Τοῦτο καὶ αὐτὸς ἔφη που Θεὸς δι' ἑνὸς τῶν ἁγίων προφητῶν, τὴν ὠμότητα καταδεικνὺς τῶν τὰ τοιάδε δρᾷν εἰωθότων· «Θύσατε ἀνθρώπους· μόσχοι γὰρ ἐκλελοίπασιν.» Ὑμεῖς τοίνυν ἐστὲ, φησὶν, οἱ παρακαλοῦντες ἐπὶ τὰ εἴδωλα, ὑπὸ δένδρα δασέα σφάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς φάραγξιν ἀναμέσον τῶν πετρῶν. Τί οὖν ἐπὶ τούτοις; Ἐκείνη σου μερὶς, οὗτός σου ὁ κλῆρος. Προσκεκύνηκας μὲν γὰρ, φησὶ, τοῖς ματαίοις· ἕξεις δὲ μερίδα τοιαύτην, καὶ κλῆρος ἔσται σοι μάταιος. Ἤγουν ἐκεῖνό που τάχα βούλεται δηλοῦν· Ἐσφάξατε τὰ τέκνα αὐτῶν ἐν ταῖς φάραγξι, φησίν. Οὐκοῦν ἐκείνη σου μερὶς, οὗτός σου ὁ κλῆρος, τουτέστι, τοῖς ἴσοις ἐνσχεθήσῃ κακοῖς, καὶ γενήσεταί σοι μερὶς καὶ κλῆρος ἡ σφαγή. Διὰ ποίαν αἰτίαν; Πρῶτον μὲν ὅτι γέγονας παιδοκτόνος, εἶτα