Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1261
Not analysed yet
ὅτι δαίμοσιν ἀκαθάρτοις καὶ ἀψύχοις εἰδώλοις ἐξέχεας σπονδὰς, κἀκείνοις ἀνήνεγκας θυσίας. Ἆρ' οὖν ἐπὶ τούτοις οὐκ ὀργισθήσομαι; φησίν· οὐκ εὐάφορμος καθ' ὑμῶν ὁ θυμὸς, καὶ τὰ τῆς δίκης οὐκ εὔλογον ἔχει τὴν ἀφορμήν; Ἐπ' ὄρος ὑψηλὸν καὶ μετέωρον, ἐκεῖ σου ἡ κοίτη, ἐκεῖ ἀνεβίβασας θυσίας, καὶ ὀπίσω τῶν σταθμῶν τῆς θύρας σου ἔθηκας μνημόσυνόν σου. Ὅτι μὲν οὖν ἐν τοῖς ὄρεσιν ἐκάθευδον ἐνυπνίων ἕνεκα, πλεισταχοῦ διαμεμήνυκεν ὁ προφητικὸς ἡμῖν λόγος. Φασὶ δὲ εἰς τοῦτο πλάνης κατολισθῆσαι τὸν Ἰσραὴλ, ὥστε καὶ ἐν ταῖς θύραις καὶ ἐν τοῖς σταθμοῖς ἐντορνεῦσαι τὰς τῶν εἰδώλων μορφὰς, ἵνα καὶ εἰσβάλλοντες ταῖς οἰκίαις ἔξω τε καὶ βαδίζοντες ὁρῶσιν αὐτὰ, καὶ ἐν ἀτελευτήτοις ἔχωσι μνήμαις. Ἀφιλοθεΐας δὲ τῆς εἰσάπαν ἀπόδειξις ἐναργὴς καταλογισθείη ἂν τὸ χρῆμα αὐτοῖς, καὶ μάλα εἰκότως· ἐκάλουν δὲ τὰ τῶν εἰδώλων ἐντετορ[ν]ευμένα σωτηρίας [al. σωτῆρας] καὶ οἰκουρούς. ᾬου ὅτι ἐὰν ἀπ' ἐμοῦ ἀποστῇς, πλεῖόν τι ἔξεις. Ἠγάπησας τοὺς κοιμωμένους μετὰ σοῦ, καὶ ἐπλήθυνας τὴν πορνείαν σου μετ' αὐτῶν, καὶ πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ, καὶ ἀπέστειλας πρέσβεις ὑπὲρ τὰ ὅριά σου. Ἅπασα μὲν ἔκτοπος ἡδονὴ, καὶ πᾶσα κακία, τὸν ἀνθρώπινον καταγοητεύουσα νοῦν, μονονουχὶ κατεπαγγέλλεται πεῖράν τινα πράγματος ἀγαθοῦ, καὶ ὅτι μεθέξει τῶν οὐ πάλαι διεγνωσμένων, ἔσται δὲ καὶ ἐν ἀμείνοσιν, ἢ πρότερον ἦν. Λαβοῦσα γὰρ οὕτως αἰχμάλωτον, οἷπερ ἂν ἕλοι[ν]το λοιπὸν ἀποφέρει. Ἀλλ' οἱ μὲν ἀσύνετοι, πείρᾳ μαθόντες ἵνα εἰσὶ κακοῦ, μεταφοιτῶσι μόλις ἐπὶ τὸ ἐν ἀρχαῖς· οἵ γε μὴν τοῖς τῆς διανοίας ὄμμασι περιαθροῦντες εὖ μάλα τὸ ἑκάστου πράγματος πέρας, ἀποφορᾶς οὐκ ἀνέχονται· φυλάττουσι δὲ μᾶλλον ἀπλῆγα, τὸν νοῦν πρὸ πείρας ὁρῶντες τὰ μετὰ ταύτην. Ἀλλ' οὐ τοιαύτη γέγονεν ἡ τῶν Ἰουδαίων Συναγωγή· ἦν μὲν γὰρ ὑπὸ χεῖρα τοῦ πάντα ἰσχύοντος Θεοῦ, καὶ τὴν παρ' αὐτοῦ δόξαν ἠμφιεσμένη, δεινὴ καὶ ἀφόρητος τοῖς ὁμόροις ἦν, καὶ τριπόθητον ἔχουσα τὴν ἐλπίδα, καὶ ἁπάσης εὐημερίας ἔμπλεω[ς]. Ἑπομένη γὰρ τῷ διὰ Μωσέως νόμῳ τῷ φύσει καὶ ἀληθῶς λελάτρευκε Θεῷ· διατετέλεκε δὲ καιροὺς ἕτερον ἐπ' αὐτῷ Θεὸν οὐκ ἀνεχομένη καλεῖν, ἤγουν εἰδέναι προσκυνεῖν. Ἐπειδὴ δὲ προσεκλήθη τισὶ διδασκάλοις καὶ ἀνοσίοις ποιμέσι, πέπτωκεν εἰς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ, καὶ προσεκύνησε τοῖς ἔργοις τῶν ἰδίων χειρῶν· οἰηθεῖσα τάχα που, καὶ ἐν ἀμείνοσιν ἔσεσθαι, τῆς πρὸς Θεὸν ἀγάπης ἐξολισθήσασα. Ἐπὶ τούτοις αὐτὴν αἰτιᾶται λέγων· ᾬου ὅτι ἐὰν ἀπ' ἐμοῦ ἀποστῇς, πλεῖόν τι ἕξεις. Ἀλλ' οὐκ ἐκβέβηκεν εἰς πέρας αὐτῇ τὰ προσδοκηθέντα τῆς οὕτω ψυχρᾶς καὶ ματαίας ἐλπίδος· γεγόνασι γὰρ μᾶλλον ἐν παντὶ κακῷ. Ἐσχήκασι τοίνυν εἴς γε τὸ εὐημερεῖν τὸ περιττὸν οὐδὲν, ἀποβαλόντες τὸ γνήσιον, καὶ τὸ ἑδραῖον ἐν τούτοις μικροῦ παντελῶς ἀξιοῦντες λόγου. Καὶ τὸ ἔτι τούτου παραλογώτερον, Ἠγάπησας, φησὶ, τοὺς κοιμωμένους μετὰ σοῦ, καὶ ἐπλήθυνας τὴν πορνείαν σου μετ' αὐτῶν· καὶ διαλέγεται μὲν ὡς πρὸς γυναῖκα πόρνην. Τίνες δὲ ἦσαν οἱ κοιμώμενοι μετ' αὐτῆς, ἢ τάχα που «Ψευδοποιμένες ἄνθρωποι τὸν