Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1264
Not analysed yet
νοῦν κεκαυτηριασμένοι,» καθά φησιν ὁ μακάριος Παῦλος, καὶ ἀχλύος ἔμπλεῳ διαβολικῆς; Οὗτοι γεγόνασιν αὐτῇ, καὶ ὁδὸς, καὶ πρόφασις ἀπωλείας, ἀποφέροντες μὲν τῆς πρὸς Θεὸν γνησιότητος, ἐνιέντες δὲ ὥσπερ τὰ τῆς δυσσεβείας σπέρματα, καὶ καρποφορεῖν ἀναπείθοντες τῷ Σατανᾷ τῆς κατὰ Θεοῦ παροινίας τὰ ἐγκλήματα. Πληθύνεσθαι δέ φαμεν τήν τινων πορνείαν, ἤτοι τὴν ἀπόστασιν τὴν ἀπὸ Θεοῦ, ὅτε τῶν αἰτιαμάτων ἡ δύναμις, οὐ μονότροπος οὖσα καὶ μονοειδὴς ὁρᾶται τυχὸν, ἀλλ' ὡς ἐκ πολλῆς ἄγαν σκαιότητος ἐπιτελουμένη, καὶ πολλὰ κατ' αὐτῶν ὠδίνουσα τὰ ἐφ' οἶς ἄν τις καταμωμήσαιτο, καὶ μάλα δικαίως, τοὺς δρῶντας αὐτά· οἷόν τί φημι· Παρέπεται πάντως τῷ θεραπεύειν ἑλέσθαι τὸν Σατανᾶν τὸ μηδὲν ὑγιὲς ἀνέχεσθαι δρᾷν· διαῤῥιπτεῖσθαι δὲ ὥσπερ εἰς πᾶσαν ὁδὸν βεβήλου τε καὶ βδελυρᾶς ἡδονῆς· σύνδρομα δὲ τοῖς τοιούτοις αἰτιάμασιν εἶεν ἂν καὶ τὰ ἕτερα τῶν τοιούτων κακῶν, γοητεῖαί τε καὶ νεκυομαντεῖαι, καὶ τὰ τῶν τερατοσκόπων ἀχρεῖα μυθάρια, ψευδομαντεῖαί τε καὶ ἐπῳδαὶ, καὶ αἱ τῶν ἀστρολογούντων συκοφαντίαι, καὶ ἡμερῶν ἐπιτήρησις, ὡρῶν τε πρὸς τούτῳ, καιρῶν καὶ ἐνιαυτῶν. Οὕτω, φησὶ, τὴν σεαυτῆς πορνείαν πληθύνουσα, πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ. Καὶ τίνες ἂν εἶεν οὗτοι, ἀναγκαῖον πάλιν ἰδεῖν. Ἢ γὰρ τοὺς ἁγίους προφήτας φησὶν, οἲ πέρα θράσους ἰοῦσαν παντὸς ὁρῶντες αὐτὴν, καὶ εἰς λῆξιν ἁπάσης ἀφιλοθεΐας ἐλαύνουσαν, ἀπεφοίτησαν αὐτῆς ὡς μεμολυσμένης, μονονουχὶ βοῶντες, καὶ λέγοντες· «Ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη· ἐγκαταλίπωμεν αὐτὴν, καὶ ἀπέλθωμεν ἕκαστος εἰς τὴν γῆν ἑαυτοῦ· ὅτι ἤγγικεν εἰς οὐρανὸν τὸ κρῖμα αὐτῆς, καὶ ἐξῆρεν ἕως ἄστρων·» (ἐπεὶ γὰρ γῆ τῶν γλυπτῶν ὠνομάσθη Βαβυλὼν, ἐκτόπως δὲ τοῦτο νενόσηκεν Ἱερουσαλὴμ, καὶ ταύτῃτοι καὶ μάλα εἰκότως Βαβυλῶνά φασιν αὐτὴν οἱ θεσπέσιοι προφῆται·) ἢ τάχα που, πολλοὺς πεποίηκε τοὺς μακρὰν ἀφ' ἑαυτῆς. Περιεργαζόμενοι γὰρ τὰ τῶν ὁμόρων ἐθνῶν σεβάσματα, καὶ τοὺς παρ' ἑκάστῳ ψευδωνύμους θεοὺς, τούτους μετεπέμποντο· προσέκειντο δὲ καὶ λελατρεύκασιν, οἱ μὲν τούτοις, οἱ δὲ ἐκείνοις. Καὶ γοῦν ἔφη που Θεὸς διὰ τῆς Ἱερεμίου φωνῆς, ὅτι «Κατὰ ἀριθμὸν τῶν πόλεών σου ἦσαν οἱ θεοί σου, Ἰούδα, καὶ κατὰ ἀριθμὸν διόδων τῆς Ἱερουσαλὴμ ἐτάξατε βωμοὺς θυμιᾷν τῷ Βαάλ.» Τουτὶ δὲ οἶμαι καταδηλοῦν καὶ τὸ, Ἀπέστειλας πρέσβεις ὑπὲρ τὰ ὅριά σου. Οὐ γὰρ ἀρκούμενοι τοῖς παροῦσι παρὰ σφίσι θεοῖς, μετεπέμποντο, καθάπερ ἔφην, καὶ πολλοὺς ἑτέρους, ἕκαστοι κατὰ τὸ αὐτοῖς εὖ ἔχειν ὑπειλημμένον. Ἢ τάχα που τὸ, Ἀπέστειλας πρέσβεις ὑπὲρ τὰ ὅριά σου, κατασημήνειεν ἂν, ὅτι πέρα μέτρου παρ' αὐτοῖς τὰ τῆς πορνείας ἐπράττετο, ἵν' ὡς ἐν τρόπῳ παραβολῆς τὸ λεγόμενον ᾖ, καὶ σύνηθες ἐπιφώνημα, τοῖς ἐπέκεινα τοῦ εἰκότος ἐφ' ἑκάστῳ τῶν πραγμάτων ἰοῦσι λεγόμενον. Καὶ ἀπέστρεψας, καὶ ἐταπεινώθης ἕως ᾅδου. Ταῖς πολυοδίαις σου ἐκοπίασας, καὶ οὐκ εἶπας· Παύσομαι ἐνισχύουσα. Ὅτι ἔπραξας ταῦτα, διὰ